Add parallel Print Page Options

15 Καὶ [a]εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ [b]παρέδωκαν Πιλάτῳ. καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς [c]αὐτῷ λέγει· Σὺ λέγεις. καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. ὁ δὲ Πιλᾶτος πάλιν [d]ἐπηρώτα αὐτὸν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου [e]κατηγοροῦσιν. ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.

Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον [f]ὃν παρῃτοῦντο. ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν [g]στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. καὶ [h]ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι [i]καθὼς ἐποίει αὐτοῖς. ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 10 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. 11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 12 ὁ δὲ Πιλᾶτος [j]πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς· Τί οὖν [k]θέλετε ποιήσω [l]ὃν λέγετε [m]τὸν βασιλέα τῶν Ἰουδαίων; 13 οἱ δὲ πάλιν ἔκραξαν· Σταύρωσον αὐτόν. 14 ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· Τί γὰρ [n]ἐποίησεν κακόν; οἱ δὲ [o]περισσῶς ἔκραξαν· Σταύρωσον αὐτόν. 15 ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.

16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17 καὶ [p]ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον· 18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· Χαῖρε, [q]βασιλεῦ τῶν Ἰουδαίων· 19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια [r]τὰ ἴδια. καὶ ἐξάγουσιν αὐτὸν ἵνα [s]σταυρώσωσιν αὐτόν.

21 Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22 καὶ φέρουσιν αὐτὸν ἐπὶ [t]τὸν [u]Γολγοθᾶν τόπον, ὅ ἐστιν [v]μεθερμηνευόμενον Κρανίου Τόπος. 23 καὶ ἐδίδουν [w]αὐτῷ ἐσμυρνισμένον οἶνον, [x]ὃς δὲ οὐκ ἔλαβεν. 24 καὶ [y]σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ’ αὐτὰ τίς τί ἄρῃ.

25 Ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. 26 καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ βασιλεὺς τῶν Ἰουδαίων. 27 καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων [z]αὐτοῦ. 29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ [aa]οἰκοδομῶν ἐν τρισὶν ἡμέραις, 30 σῶσον σεαυτὸν [ab]καταβὰς ἀπὸ τοῦ σταυροῦ. 31 ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· 32 ὁ χριστὸς ὁ [ac]βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ [ad]πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι [ae]σὺν αὐτῷ ὠνείδιζον αὐτόν.

33 [af]Καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 34 καὶ τῇ [ag]ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ [ah]μεγάλῃ· Ἐλωῒ ἐλωῒ [ai]λεμὰ σαβαχθάνι; ὅ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου ὁ θεός μου, εἰς τί [aj]ἐγκατέλιπές με; 35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· [ak]Ἴδε Ἠλίαν φωνεῖ. 36 δραμὼν δέ [al]τις καὶ γεμίσας σπόγγον ὄξους [am]περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. 37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. 38 καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ’ ἄνωθεν ἕως κάτω. 39 ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι [an]οὕτως ἐξέπνευσεν εἶπεν· Ἀληθῶς [ao]οὗτος ὁ ἄνθρωπος υἱὸς [ap]θεοῦ ἦν.

40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν [aq]αἷς καὶ [ar]Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία [as]ἡ Ἰακώβου τοῦ μικροῦ καὶ [at]Ἰωσῆτος μήτηρ καὶ Σαλώμη, 41 [au]αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.

42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν [av]προσάββατον, 43 [aw]ἐλθὼν Ἰωσὴφ [ax]ὁ ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς [ay]τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ [az]πάλαι ἀπέθανεν· 45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ [ba]πτῶμα τῷ Ἰωσήφ. 46 καὶ ἀγοράσας [bb]σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ [bc]ἔθηκεν αὐτὸν ἐν [bd]μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία [be]ἡ Ἰωσῆτος ἐθεώρουν ποῦ [bf]τέθειται.

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:1 εὐθὺς WH Treg NIV ] εὐθέως ἐπὶ τὸ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:1 παρέδωκαν WH Treg NIV ] + τῷ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:2 αὐτῷ λέγει WH Treg NIV ] εἶπεν αὐτῷ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:4 ἐπηρώτα WH Treg NIV ] ἐπηρώτησεν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:4 κατηγοροῦσιν WH Treg NIV ] καταμαρτυροῦσιν RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:6 ὃν παρῃτοῦντο WH NIV ] ὅνπερ ᾐτοῦντο Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:7 στασιαστῶν WH Treg NIV ] συστασιαστῶν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:8 ἀναβὰς WH Treg NIV ] ἀναβοήσας RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:8 καθὼς WH NIV ] + ἀεὶ Treg RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:12 πάλιν ἀποκριθεὶς ἔλεγεν WH Treg NIV] ἀποκριθεὶς πάλιν εἶπεν RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:12 θέλετε Treg RP NA ] – WH NIV
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:12 ὃν λέγετε WH NIV RP ] – Treg
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:12 τὸν WH Treg NIV ] – RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:14 ἐποίησεν κακόν WH Treg NIV ] κακόν ἐποίησεν RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:14 περισσῶς WH Treg NIV ] περισσοτέρως RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:17 ἐνδιδύσκουσιν WH Treg NIV ] ἐνδύουσιν RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:18 βασιλεῦ WH Treg NIV ] ὁ βασιλεὺς RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:20 τὰ ἴδια Treg RP ] αὐτοῦ WH NIV
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:20 σταυρώσωσιν WH NIV RP ] σταυρώσουσιν Treg
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:22 τὸν WH Treg NIV ] – RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:22 Γολγοθᾶν WH NIV ] Γολγοθᾶ Treg RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:22 μεθερμηνευόμενον Treg NIV RP ] μεθερμηνευόμενος WH
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:23 αὐτῷ WH Treg NIV ] + πιεῖν RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:23 ὃς WH Treg NIV ] ὁ RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:24 σταυροῦσιν αὐτὸν καὶ WH Treg NIV ] σταυρώσαντες αὐτὸν RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:27 αὐτοῦ WH NIV] + 28 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη Treg RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:29 οἰκοδομῶν ἐν τρισὶν ἡμέραις WH NIV ] οἰκοδομῶν τρισὶν ἡμέραις Treg; ἐν τρισὶν ἡμέραις οἰκοδομῶν RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:30 καταβὰς WH Treg NIV ] καὶ κατάβα RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:32 βασιλεὺς WH Treg NIV ] + τοῦ RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:32 πιστεύσωμεν WH Treg NIV ] + αὐτῷ RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:32 σὺν WH NIV ] – Treg RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:33 Καὶ γενομένης WH Treg NIV ] Γενομένης δὲ RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 ἐνάτῃ ὥρᾳ WH Treg NIV ] ὥρᾳ τῇ ἐνάτῃ RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 μεγάλῃ WH Treg NIV ] + λέγων RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 λεμὰ NIV ] λαμὰ WH Treg; λιμὰ RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 ἐγκατέλιπές με WH Treg NIV ] με ἐγκατέλιπες RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:35 Ἴδε WH Treg NIV ] Ἰδού RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:36 τις καὶ Treg NIV] τις WH; εἷς καὶ RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:36 περιθεὶς WH Treg NIV ] + τε RP
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:39 οὕτως WH NA ] + κράξας Treg NIV RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:39 οὗτος ὁ ἄνθρωπος WH Treg NIV ] ὁ ἄνθρωπος οὗτος RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:39 θεοῦ ἦν WH NIV ] ἦν θεοῦ Treg RP
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:40 αἷς WH NIV ] + ἦν Treg RP
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:40 Μαρία Treg NIV RP ] Μαριὰμ WH
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:40 WH Treg NIV ] + τοῦ RP
  46. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:40 Ἰωσῆτος WH Treg NIV ] Ἰωσῆ RP
  47. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:41 αἳ WH NIV ] + καί Treg RP
  48. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:42 προσάββατον WH NIV RP ] πρὸς σάββατον Treg
  49. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:43 ἐλθὼν WH Treg NIV ] ἦλθεν RP
  50. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:43 Treg NIV RP ] – WH
  51. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:43 τὸν WH Treg NIV ] – RP
  52. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:44 πάλαι NIV RP ] ἤδη WH Treg
  53. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:45 πτῶμα WH Treg NIV ] σῶμα RP
  54. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:46 σινδόνα WH Treg NIV ] + καὶ RP
  55. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:46 ἔθηκεν WH Treg NIV ] κατέθηκεν RP
  56. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:46 μνημείῳ Treg NIV RP ] μνήματι WH
  57. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:47 ἡ Ἰωσῆτος WH Treg NIV ] Ἰωσῆ RP
  58. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:47 τέθειται WH Treg NIV ] τίθεται RP

15 και ευθεως επι το πρωι συμβουλιον ποιησαντες οι αρχιερεις μετα των πρεσβυτερων και γραμματεων και ολον το συνεδριον δησαντες τον ιησουν απηνεγκαν και παρεδωκαν τω πιλατω

και επηρωτησεν αυτον ο πιλατος συ ει ο βασιλευς των ιουδαιων ο δε αποκριθεις ειπεν αυτω συ λεγεις

και κατηγορουν αυτου οι αρχιερεις πολλα

ο δε πιλατος παλιν επηρωτησεν αυτον λεγων ουκ αποκρινη ουδεν ιδε ποσα σου καταμαρτυρουσιν

ο δε ιησους ουκετι ουδεν απεκριθη ωστε θαυμαζειν τον πιλατον

κατα δε εορτην απελυεν αυτοις ενα δεσμιον ονπερ ητουντο

ην δε ο λεγομενος βαραββας μετα των συστασιαστων δεδεμενος οιτινες εν τη στασει φονον πεποιηκεισαν

και αναβοησας ο οχλος ηρξατο αιτεισθαι καθως αει εποιει αυτοις

ο δε πιλατος απεκριθη αυτοις λεγων θελετε απολυσω υμιν τον βασιλεα των ιουδαιων

10 εγινωσκεν γαρ οτι δια φθονον παραδεδωκεισαν αυτον οι αρχιερεις

11 οι δε αρχιερεις ανεσεισαν τον οχλον ινα μαλλον τον βαραββαν απολυση αυτοις

12 ο δε πιλατος αποκριθεις παλιν ειπεν αυτοις τι ουν θελετε ποιησω ον λεγετε βασιλεα των ιουδαιων

13 οι δε παλιν εκραξαν σταυρωσον αυτον

14 ο δε πιλατος ελεγεν αυτοις τι γαρ κακον εποιησεν οι δε περισσοτερως εκραξαν σταυρωσον αυτον

15 ο δε πιλατος βουλομενος τω οχλω το ικανον ποιησαι απελυσεν αυτοις τον βαραββαν και παρεδωκεν τον ιησουν φραγελλωσας ινα σταυρωθη

16 οι δε στρατιωται απηγαγον αυτον εσω της αυλης ο εστιν πραιτωριον και συγκαλουσιν ολην την σπειραν

17 και ενδυουσιν αυτον πορφυραν και περιτιθεασιν αυτω πλεξαντες ακανθινον στεφανον

18 και ηρξαντο ασπαζεσθαι αυτον χαιρε βασιλευ των ιουδαιων

19 και ετυπτον αυτου την κεφαλην καλαμω και ενεπτυον αυτω και τιθεντες τα γονατα προσεκυνουν αυτω

20 και οτε ενεπαιξαν αυτω εξεδυσαν αυτον την πορφυραν και ενεδυσαν αυτον τα ιματια τα ιδια και εξαγουσιν αυτον ινα σταυρωσωσιν αυτον

21 και αγγαρευουσιν παραγοντα τινα σιμωνα κυρηναιον ερχομενον απ αγρου τον πατερα αλεξανδρου και ρουφου ινα αρη τον σταυρον αυτου

22 και φερουσιν αυτον επι γολγοθα τοπον ο εστιν μεθερμηνευομενον κρανιου τοπος

23 και εδιδουν αυτω πιειν εσμυρνισμενον οινον ο δε ουκ ελαβεν

24 και σταυρωσαντες αυτον διεμεριζον τα ιματια αυτου βαλλοντες κληρον επ αυτα τις τι αρη

25 ην δε ωρα τριτη και εσταυρωσαν αυτον

26 και ην η επιγραφη της αιτιας αυτου επιγεγραμμενη ο βασιλευς των ιουδαιων

27 και συν αυτω σταυρουσιν δυο ληστας ενα εκ δεξιων και ενα εξ ευωνυμων αυτου

28 και επληρωθη η γραφη η λεγουσα και μετα ανομων ελογισθη

29 και οι παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων και λεγοντες ουα ο καταλυων τον ναον και εν τρισιν ημεραις οικοδομων

30 σωσον σεαυτον και καταβα απο του σταυρου

31 ομοιως δε και οι αρχιερεις εμπαιζοντες προς αλληλους μετα των γραμματεων ελεγον αλλους εσωσεν εαυτον ου δυναται σωσαι

32 ο χριστος ο βασιλευς του ισραηλ καταβατω νυν απο του σταυρου ινα ιδωμεν και πιστευσωμεν και οι συνεσταυρωμενοι αυτω ωνειδιζον αυτον

33 γενομενης δε ωρας εκτης σκοτος εγενετο εφ ολην την γην εως ωρας εννατης

34 και τη ωρα τη εννατη εβοησεν ο ιησους φωνη μεγαλη λεγων ελωι ελωι λαμμα σαβαχθανι ο εστιν μεθερμηνευομενον ο θεος μου ο θεος μου εις τι με εγκατελιπες

35 και τινες των παρεστηκοτων ακουσαντες ελεγον ιδου ηλιαν φωνει

36 δραμων δε εις και γεμισας σπογγον οξους περιθεις τε καλαμω εποτιζεν αυτον λεγων αφετε ιδωμεν ει ερχεται ηλιας καθελειν αυτον

37 ο δε ιησους αφεις φωνην μεγαλην εξεπνευσεν

38 και το καταπετασμα του ναου εσχισθη εις δυο απο ανωθεν εως κατω

39 ιδων δε ο κεντυριων ο παρεστηκως εξ εναντιας αυτου οτι ουτως κραξας εξεπνευσεν ειπεν αληθως ο ανθρωπος ουτος υιος ην θεου

40 ησαν δε και γυναικες απο μακροθεν θεωρουσαι εν αις ην και μαρια η μαγδαληνη και μαρια η του ιακωβου του μικρου και ιωση μητηρ και σαλωμη

41 αι και οτε ην εν τη γαλιλαια ηκολουθουν αυτω και διηκονουν αυτω και αλλαι πολλαι αι συναναβασαι αυτω εις ιεροσολυμα

42 και ηδη οψιας γενομενης επει ην παρασκευη ο εστιν προσαββατον

43 ηλθεν ιωσηφ ο απο αριμαθαιας ευσχημων βουλευτης ος και αυτος ην προσδεχομενος την βασιλειαν του θεου τολμησας εισηλθεν προς πιλατον και ητησατο το σωμα του ιησου

44 ο δε πιλατος εθαυμασεν ει ηδη τεθνηκεν και προσκαλεσαμενος τον κεντυριωνα επηρωτησεν αυτον ει παλαι απεθανεν

45 και γνους απο του κεντυριωνος εδωρησατο το σωμα τω ιωσηφ

46 και αγορασας σινδονα και καθελων αυτον ενειλησεν τη σινδονι και κατεθηκεν αυτον εν μνημειω ο ην λελατομημενον εκ πετρας και προσεκυλισεν λιθον επι την θυραν του μνημειου

47 η δε μαρια η μαγδαληνη και μαρια ιωση εθεωρουν που τιθεται