Add parallel Print Page Options

13 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. καὶ ὁ [a]Ἰησοῦς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ [b]ὧδε λίθος ἐπὶ [c]λίθον ὃς οὐ μὴ καταλυθῇ.

Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ [d]ἐπηρώτα αὐτὸν κατ’ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ [e]ταῦτα συντελεῖσθαι πάντα. ὁ δὲ Ἰησοῦς [f]ἤρξατο λέγειν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· [g]πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. ὅταν δὲ [h]ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· [i]δεῖ γενέσθαι, ἀλλ’ οὔπω τὸ τέλος. ἐγερθήσεται γὰρ ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, [j]ἔσονται σεισμοὶ κατὰ τόπους, [k]ἔσονται [l]λιμοί· [m]ἀρχὴ ὠδίνων ταῦτα.

βλέπετε δὲ ὑμεῖς ἑαυτούς· [n]παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. 10 καὶ εἰς πάντα τὰ ἔθνη [o]πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον. 11 [p]καὶ ὅταν [q]ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί [r]λαλήσητε, ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον. 12 [s]καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· 13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.

14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως [t]ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, 15 [u]ὁ ἐπὶ τοῦ δώματος μὴ [v]καταβάτω μηδὲ εἰσελθάτω [w]τι ἆραι ἐκ τῆς οἰκίας αὐτοῦ, 16 καὶ ὁ εἰς τὸν [x]ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 18 προσεύχεσθε δὲ ἵνα μὴ [y]γένηται χειμῶνος· 19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως [z]ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. 20 καὶ εἰ μὴ [aa]ἐκολόβωσεν κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας. 21 [ab]καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· [ac]Ἴδε ὧδε ὁ [ad]χριστός, [ae]Ἴδε ἐκεῖ, μὴ πιστεύετε· 22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ [af]δυνατὸν τοὺς ἐκλεκτούς· 23 ὑμεῖς δὲ βλέπετε· [ag]προείρηκα ὑμῖν πάντα.

24 Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, 25 καὶ οἱ ἀστέρες [ah]ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. 26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης· 27 καὶ τότε ἀποστελεῖ τοὺς [ai]ἀγγέλους καὶ ἐπισυνάξει τοὺς [aj]ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.

28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν [ak]ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· 29 οὕτως καὶ ὑμεῖς, ὅταν [al]ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ [am]ταῦτα πάντα γένηται. 31 ὁ οὐρανὸς καὶ ἡ γῆ [an]παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ [ao]μὴ [ap]παρελεύσονται.

32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ [aq]τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι [ar]ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. 33 βλέπετε [as]ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν· 34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, [at]ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35 γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, [au]ἢ ὀψὲ ἢ [av]μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ, 36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας· 37 [aw]ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:2 Ἰησοῦς WH Treg NIV ] + ἀποκριθεὶς RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:2 ὧδε WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:2 λίθον WH Treg NIV ] λίθῷ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:3 ἐπηρώτα WH Treg NIV ] ἐπηρώτων RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:4 ταῦτα συντελεῖσθαι πάντα WH Treg NIV ] πάντα ταῦτα συντελεῖσθαι RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:5 ἤρξατο λέγειν αὐτοῖς WH Treg NIV ] ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:6 πολλοὶ WH NIV ] + γὰρ Treg RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:7 ἀκούσητε WH NIV RP ] ἀκούετε Treg
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:7 δεῖ WH NIV ] + γὰρ Treg RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:8 *ἔσονται WH Treg NIV ] καὶ ἔσονται RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:8 *ἔσονται WH NIV ] καὶ ἔσονται Treg RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:8 λιμοί WH Treg NIV ] + καὶ ταραχαί RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:8 ἀρχὴ WH Treg NIV ] ἀρχαὶ RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:9 παραδώσουσιν WH NIV ] + γὰρ Treg RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:10 πρῶτον δεῖ WH Treg NIV ] δεῖ πρῶτον RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11 καὶ ὅταν WH Treg NIV ] Ὅταν δὲ RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11 ἄγωσιν WH Treg NIV ] ἀγάγωσιν RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11 λαλήσητε WH Treg NIV ] + μηδὲ μελετᾶτε RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:12 καὶ παραδώσει WH Treg NIV ] Παραδώσει δὲ RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:14 ἑστηκότα WH Treg NIV ] τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου ἑστὼς RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 WH NIV ] + δὲ Treg RP NA
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 καταβάτω WH NIV ] + εἰς τὴν οἰκίαν Treg RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 τι ἆραι WH Treg ] ἆραί τι NIV RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:16 ἀγρὸν WH Treg NIV ] + ὢν RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:18 γένηται WH Treg NIV ] + ἡ φυγὴ ὑμῶν RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:19 ἣν WH Treg NIV ] ἧς RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:20 ἐκολόβωσεν κύριος WH NIV ] κύριος ἐκολόβωσεν Treg RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 καὶ WH Treg NIV ] – RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 *Ἴδε WH Treg NIV ] Ἰδού RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 χριστός WH NIV ] + ἢ Treg RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 *Ἴδε WH Treg NIV ] Ἰδού RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:22 δυνατὸν WH NIV ] + καὶ Treg RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:23 προείρηκα WH Treg NIV ] ἰδού προείρηκα RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:25 ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες WH Treg NIV ] τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:27 ἀγγέλους WH Treg NIV ] + αὐτοῦ RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:27 ἐκλεκτοὺς Treg ] + αὐτοῦ WH NIV RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:28 ἤδη ὁ κλάδος αὐτῆς WH Treg NIV ] αὐτῆς ἤδη ὁ κλάδος RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:29 ἴδητε ταῦτα WH Treg NIV ] ταῦτα ἴδητε RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:30 ταῦτα πάντα WH Treg NIV ] πάντα ταῦτα RP
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31 *παρελεύσονται WH Treg NIV ] παρελεύσεται RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31 μὴ NIV RP ] – WH Treg
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31 *παρελεύσονται WH Treg NIV ] παρέλθωσιν RP
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:32 τῆς WH Treg NIV ] – RP
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:32 ἐν WH Treg NIV ] οἱ ἐν RP
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:33 ἀγρυπνεῖτε WH NIV ] + καὶ προσεύχεσθε Treg RP
  46. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:34 ἑκάστῳ WH Treg NIV ] καὶ ἑκάστῳ RP
  47. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35 WH Treg NIV ] – RP
  48. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35 μεσονύκτιον WH Treg NIV ] μεσονυκτίου RP
  49. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:37 WH Treg NIV ] Ἃ RP