Add parallel Print Page Options

16 Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· [a]Ὀψίας γενομένης λέγετε· Εὐδία, πυρράζει γὰρ ὁ οὐρανός· καὶ πρωΐ· Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. [b]τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε. Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον [c]Ἰωνᾶ. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν.

Καὶ ἐλθόντες οἱ [d]μαθηταὶ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. γνοὺς δὲ ὁ Ἰησοῦς [e]εἶπεν· Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ [f]ἐλάβετε; οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; 10 οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; 11 πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ [g]ἄρτων εἶπον ὑμῖν; [h]προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 12 τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης [i]τῶν ἄρτων ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.

13 Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· [j]Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; 14 οἱ δὲ εἶπαν· Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν. 15 λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; 16 ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν· Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. 17 [k]ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς· 18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· 19 [l]δώσω σοι τὰς [m]κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ [n]ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ [o]ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. 20 τότε [p]διεστείλατο τοῖς [q]μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός [r]ἐστιν ὁ χριστός.

21 Ἀπὸ τότε ἤρξατο [s]ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν [t]εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. 22 καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· Ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. 23 ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλον [u]εἶ ἐμοῦ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.

24 Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 25 ὃς γὰρ [v]ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. 26 τί γὰρ [w]ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 27 μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. 28 ἀμὴν λέγω ὑμῖν [x]ὅτι εἰσίν τινες [y]τῶν ὧδε ἑστώτων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:2 Ὀψίας γενομένης … οὐ δύνασθε Treg NIV RP ] [[WH]]
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:3 τὸ Treg NIV [[WH]] ] Ὑποκριταί τὸ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:4 Ἰωνᾶ WH Treg NIV ] + τοῦ προφήτου RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:5 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:8 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:8 ἐλάβετε Treg RP ] ἔχετε WH NIV
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:11 ἄρτων WH Treg NIV ] ἄρτου RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:11 προσέχετε δὲ WH Treg NIV ] προσέχειν RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:12 τῶν ἄρτων WH Treg NIV ] τοῦ ἄρτου RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:13 Τίνα WH Treg NIV ] + με RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:17 ἀποκριθεὶς δὲ WH Treg NIV ] Καὶ ἀποκριθεὶς RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:19 δώσω WH NIV ] καὶ δώσω Treg RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:19 κλεῖδας WH Treg NIV ] κλεῖς RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:19 *ἐὰν WH NIV RP ] ἂν Treg
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:19 *ἐὰν WH NIV RP ] ἂν Treg
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:20 διεστείλατο Treg RP NA ] ἐπετίμησεν WH NIV
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:20 μαθηταῖς WH Treg NIV ] + αὐτοῦ RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:20 ἐστιν WH Treg NIV ] + Ἰησοῦς RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:21 ὁ Ἰησοῦς Treg NIV RP ] Ἰησοῦς Χριστὸς WH
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:21 εἰς Ἱεροσόλυμα ἀπελθεῖν WH Treg NIV ] ἀπελθεῖν εἰς Ἱεροσόλυμα RP
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:23 εἶ ἐμοῦ WH Treg NIV ] μου εἶ RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:25 ἐὰν WH Treg NIV ] ἂν RP
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:26 ὠφεληθήσεται WH Treg NIV ] ὠφελεῖται RP
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:28 ὅτι WH NIV ] Treg RP
  25. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:28 τῶν ὧδε ἑστώτων WH Treg NIV ] ὧδε ἑστῶτες RP

16 και προσελθοντες οι φαρισαιοι και σαδδουκαιοι πειραζοντες επηρωτησαν αυτον σημειον εκ του ουρανου επιδειξαι αυτοις

ο δε αποκριθεις ειπεν αυτοις οψιας γενομενης λεγετε ευδια πυρραζει γαρ ο ουρανος

και πρωι σημερον χειμων πυρραζει γαρ στυγναζων ο ουρανος υποκριται το μεν προσωπον του ουρανου γινωσκετε διακρινειν τα δε σημεια των καιρων ου δυνασθε

γενεα πονηρα και μοιχαλις σημειον επιζητει και σημειον ου δοθησεται αυτη ει μη το σημειον ιωνα του προφητου και καταλιπων αυτους απηλθεν

και ελθοντες οι μαθηται αυτου εις το περαν επελαθοντο αρτους λαβειν

ο δε ιησους ειπεν αυτοις ορατε και προσεχετε απο της ζυμης των φαρισαιων και σαδδουκαιων

οι δε διελογιζοντο εν εαυτοις λεγοντες οτι αρτους ουκ ελαβομεν

γνους δε ο ιησους ειπεν αυτοις τι διαλογιζεσθε εν εαυτοις ολιγοπιστοι οτι αρτους ουκ ελαβετε

ουπω νοειτε ουδε μνημονευετε τους πεντε αρτους των πεντακισχιλιων και ποσους κοφινους ελαβετε

10 ουδε τους επτα αρτους των τετρακισχιλιων και ποσας σπυριδας ελαβετε

11 πως ου νοειτε οτι ου περι αρτου ειπον υμιν προσεχειν απο της ζυμης των φαρισαιων και σαδδουκαιων

12 τοτε συνηκαν οτι ουκ ειπεν προσεχειν απο της ζυμης του αρτου αλλ απο της διδαχης των φαρισαιων και σαδδουκαιων

13 ελθων δε ο ιησους εις τα μερη καισαρειας της φιλιππου ηρωτα τους μαθητας αυτου λεγων τινα με λεγουσιν οι ανθρωποι ειναι τον υιον του ανθρωπου

14 οι δε ειπον οι μεν ιωαννην τον βαπτιστην αλλοι δε ηλιαν ετεροι δε ιερεμιαν η ενα των προφητων

15 λεγει αυτοις υμεις δε τινα με λεγετε ειναι

16 αποκριθεις δε σιμων πετρος ειπεν συ ει ο χριστος ο υιος του θεου του ζωντος

17 και αποκριθεις ο ιησους ειπεν αυτω μακαριος ει σιμων βαρ ιωνα οτι σαρξ και αιμα ουκ απεκαλυψεν σοι αλλ ο πατηρ μου ο εν τοις ουρανοις

18 καγω δε σοι λεγω οτι συ ει πετρος και επι ταυτη τη πετρα οικοδομησω μου την εκκλησιαν και πυλαι αδου ου κατισχυσουσιν αυτης

19 και δωσω σοι τας κλεις της βασιλειας των ουρανων και ο εαν δησης επι της γης εσται δεδεμενον εν τοις ουρανοις και ο εαν λυσης επι της γης εσται λελυμενον εν τοις ουρανοις

20 τοτε διεστειλατο τοις μαθηταις αυτου ινα μηδενι ειπωσιν οτι αυτος εστιν ιησους ο χριστος

21 απο τοτε ηρξατο ο ιησους δεικνυειν τοις μαθηταις αυτου οτι δει αυτον απελθειν εις ιεροσολυμα και πολλα παθειν απο των πρεσβυτερων και αρχιερεων και γραμματεων και αποκτανθηναι και τη τριτη ημερα εγερθηναι

22 και προσλαβομενος αυτον ο πετρος ηρξατο επιτιμαν αυτω λεγων ιλεως σοι κυριε ου μη εσται σοι τουτο

23 ο δε στραφεις ειπεν τω πετρω υπαγε οπισω μου σατανα σκανδαλον μου ει οτι ου φρονεις τα του θεου αλλα τα των ανθρωπων

24 τοτε ο ιησους ειπεν τοις μαθηταις αυτου ει τις θελει οπισω μου ελθειν απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι

25 ος γαρ αν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην ος δ αν απολεση την ψυχην αυτου ενεκεν εμου ευρησει αυτην

26 τι γαρ ωφελειται ανθρωπος εαν τον κοσμον ολον κερδηση την δε ψυχην αυτου ζημιωθη η τι δωσει ανθρωπος ανταλλαγμα της ψυχης αυτου

27 μελλει γαρ ο υιος του ανθρωπου ερχεσθαι εν τη δοξη του πατρος αυτου μετα των αγγελων αυτου και τοτε αποδωσει εκαστω κατα την πραξιν αυτου

28 αμην λεγω υμιν εισιν τινες των ωδε εστηκοτων οιτινες ου μη γευσωνται θανατου εως αν ιδωσιν τον υιον του ανθρωπου ερχομενον εν τη βασιλεια αυτου