Add parallel Print Page Options

20 Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. [a]συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν· οἱ δὲ ἀπῆλθον. [b]πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. περὶ δὲ τὴν [c]ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους [d]ἑστῶτας, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; λέγουσιν αὐτῷ· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν [e]ἀμπελῶνα. ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος [f]αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. [g]καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10 [h]καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι [i]πλεῖον λήμψονται· καὶ ἔλαβον [j]τὸ ἀνὰ δηνάριον καὶ αὐτοί. 11 λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου 12 [k]λέγοντες· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους [l]αὐτοὺς ἡμῖν ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. 13 ὁ δὲ ἀποκριθεὶς [m]ἑνὶ αὐτῶν εἶπεν· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14 ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· 15 [n]οὐκ ἔξεστίν μοι [o]ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; [p]ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; 16 οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι [q]ἔσχατοι.

17 [r]Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα [s]μαθητὰς κατ’ ἰδίαν, [t]καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς· 18 Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ [u]ἐγερθήσεται.

20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι [v]παρ’ αὐτοῦ. 21 ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν [w]σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. 22 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω [x]πίνειν; λέγουσιν αὐτῷ· Δυνάμεθα. 23 [y]λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου [z]πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ [aa]εὐωνύμων οὐκ ἔστιν [ab]ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.

24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. 25 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. 26 οὐχ οὕτως [ac]ἔσται ἐν ὑμῖν· ἀλλ’ ὃς [ad]ἂν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος, 27 καὶ ὃς [ae]ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος [af]ἔσται ὑμῶν δοῦλος· 28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· [ag]Κύριε, ἐλέησον ἡμᾶς, [ah]υἱὸς Δαυίδ. 31 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον [ai]ἔκραξαν λέγοντες· [aj]Κύριε, ἐλέησον ἡμᾶς, [ak]υἱὸς Δαυίδ. 32 καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν; 33 λέγουσιν αὐτῷ· Κύριε, ἵνα [al]ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. 34 σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν [am]ὀμμάτων αὐτῶν, καὶ εὐθέως [an]ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:2 συμφωνήσας δὲ WH Treg NIV ] Καὶ συμφωνήσας RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:5 πάλιν NIV RP ] + δὲ WH Treg NA
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:6 ἑνδεκάτην WH Treg NIV ] + ὥραν RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:6 ἑστῶτας WH Treg NIV ] + ἀργούς RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:7 ἀμπελῶνα WH Treg NIV ] + καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:8 αὐτοῖς Treg NIV RP ] WH
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:9 καὶ ἐλθόντες Treg NIV RP ] ἐλθόντες δὲ WH
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:10 καὶ ἐλθόντες WH Treg NIV ] Ἐλθόντες δὲ RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:10 πλεῖον WH Treg NIV ] πλεῖονα RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:10 τὸ ἀνὰ δηνάριον καὶ αὐτοί WH Treg NIV ] καὶ αὐτοὶ ἀνὰ δηνάριον RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:12 λέγοντες WH Treg NIV ] + ὅτι RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:12 αὐτοὺς ἡμῖν WH ] ἡμῖν αὐτοὺς Treg NIV RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:13 ἑνὶ αὐτῶν εἶπεν WH NIV ] εἶπεν ἑνὶ αὐτῶν Treg RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:15 οὐκ WH Treg NIV ] Ἢ οὐκ RP NA
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:15 ὃ θέλω ποιῆσαι WH Treg NIV ] ποιῆσαι ὃ θέλω RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:15 WH Treg NIV ] Εἰ RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:16 ἔσχατοι WH NIV ] + πολλοὶ γὰρ εἰσιν κλητοί ὀλίγοι δὲ ἐκλεκτοί Treg RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:17 Καὶ ἀναβαίνων ὁ Treg NIV RP ] Μέλλων δὲ ἀναβαίνειν WH
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:17 μαθητὰς WH NIV RP ] Treg
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:17 καὶ ἐν τῇ ὁδῷ WH Treg NA ] ἐν τῇ ὁδῷ καὶ RP; καὶ NIV
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:19 ἐγερθήσεται WH Treg NIV ] ἀναστήσεται RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:20 παρ᾽ RP ] ἀπ᾽ WH Treg NIV
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:21 σου Treg NIV RP ] WH
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:22 πίνειν WH Treg NIV ] + ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι RP
  25. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:23 λέγει WH Treg NIV ] Καὶ λέγει RP
  26. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:23 πίεσθε WH Treg NIV ] + καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε RP
  27. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:23 εὐωνύμων WH Treg NIV ] + μου RP
  28. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:23 ἐμὸν WH Treg NIV RP ] + τοῦτο WHmarg NA
  29. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:26 ἔσται NIV ] δέ ἔσται RP; ἐστὶν WH Treg
  30. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:26 ἂν WH Treg ] ἐὰν NIV RP
  31. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:27 ἂν WH Treg NIV ] ἐὰν RP
  32. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:27 ἔσται WH Treg NIV ] ἔστω RP
  33. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:30 Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA
  34. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:30 υἱὸς WH Treg RP NA ] υἱὲ NIV
  35. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:31 ἔκραξαν WH Treg NIV ] ἔκραζον RP
  36. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:31 Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA
  37. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:31 υἱὸς WH Treg RP NA ] υἱὲ NIV
  38. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:33 ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν WH Treg NIV ] ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί RP
  39. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:34 ὀμμάτων WH Treg NIV ] ὀφθαλμῶν RP
  40. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:34 ἀνέβλεψαν WH Treg NIV ] + αὐτῶν οἱ ὀφθαλμοί RP

20 ομοια γαρ εστιν η βασιλεια των ουρανων ανθρωπω οικοδεσποτη οστις εξηλθεν αμα πρωι μισθωσασθαι εργατας εις τον αμπελωνα αυτου

συμφωνησας δε μετα των εργατων εκ δηναριου την ημεραν απεστειλεν αυτους εις τον αμπελωνα αυτου

και εξελθων περι την τριτην ωραν ειδεν αλλους εστωτας εν τη αγορα αργους

κακεινοις ειπεν υπαγετε και υμεις εις τον αμπελωνα και ο εαν η δικαιον δωσω υμιν

οι δε απηλθον παλιν εξελθων περι εκτην και εννατην ωραν εποιησεν ωσαυτως

περι δε την ενδεκατην ωραν εξελθων ευρεν αλλους εστωτας αργους και λεγει αυτοις τι ωδε εστηκατε ολην την ημεραν αργοι

λεγουσιν αυτω οτι ουδεις ημας εμισθωσατο λεγει αυτοις υπαγετε και υμεις εις τον αμπελωνα και ο εαν η δικαιον ληψεσθε

οψιας δε γενομενης λεγει ο κυριος του αμπελωνος τω επιτροπω αυτου καλεσον τους εργατας και αποδος αυτοις τον μισθον αρξαμενος απο των εσχατων εως των πρωτων

και ελθοντες οι περι την ενδεκατην ωραν ελαβον ανα δηναριον

10 ελθοντες δε οι πρωτοι ενομισαν οτι πλειονα ληψονται και ελαβον και αυτοι ανα δηναριον

11 λαβοντες δε εγογγυζον κατα του οικοδεσποτου

12 λεγοντες οτι ουτοι οι εσχατοι μιαν ωραν εποιησαν και ισους ημιν αυτους εποιησας τοις βαστασασιν το βαρος της ημερας και τον καυσωνα

13 ο δε αποκριθεις ειπεν ενι αυτων εταιρε ουκ αδικω σε ουχι δηναριου συνεφωνησας μοι

14 αρον το σον και υπαγε θελω δε τουτω τω εσχατω δουναι ως και σοι

15 η ουκ εξεστιν μοι ποιησαι ο θελω εν τοις εμοις ει ο οφθαλμος σου πονηρος εστιν οτι εγω αγαθος ειμι

16 ουτως εσονται οι εσχατοι πρωτοι και οι πρωτοι εσχατοι πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι

17 και αναβαινων ο ιησους εις ιεροσολυμα παρελαβεν τους δωδεκα μαθητας κατ ιδιαν εν τη οδω και ειπεν αυτοις

18 ιδου αναβαινομεν εις ιεροσολυμα και ο υιος του ανθρωπου παραδοθησεται τοις αρχιερευσιν και γραμματευσιν και κατακρινουσιν αυτον θανατω

19 και παραδωσουσιν αυτον τοις εθνεσιν εις το εμπαιξαι και μαστιγωσαι και σταυρωσαι και τη τριτη ημερα αναστησεται

20 τοτε προσηλθεν αυτω η μητηρ των υιων ζεβεδαιου μετα των υιων αυτης προσκυνουσα και αιτουσα τι παρ αυτου

21 ο δε ειπεν αυτη τι θελεις λεγει αυτω ειπε ινα καθισωσιν ουτοι οι δυο υιοι μου εις εκ δεξιων σου και εις εξ ευωνυμων εν τη βασιλεια σου

22 αποκριθεις δε ο ιησους ειπεν ουκ οιδατε τι αιτεισθε δυνασθε πιειν το ποτηριον ο εγω μελλω πινειν και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι λεγουσιν αυτω δυναμεθα

23 και λεγει αυτοις το μεν ποτηριον μου πιεσθε και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε το δε καθισαι εκ δεξιων μου και εξ ευωνυμων μου ουκ εστιν εμον δουναι αλλ οις ητοιμασται υπο του πατρος μου

24 και ακουσαντες οι δεκα ηγανακτησαν περι των δυο αδελφων

25 ο δε ιησους προσκαλεσαμενος αυτους ειπεν οιδατε οτι οι αρχοντες των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι κατεξουσιαζουσιν αυτων

26 ουχ ουτως δε εσται εν υμιν αλλ ος εαν θελη εν υμιν μεγας γενεσθαι εστω υμων διακονος

27 και ος εαν θελη εν υμιν ειναι πρωτος εστω υμων δουλος

28 ωσπερ ο υιος του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων

29 και εκπορευομενων αυτων απο ιεριχω ηκολουθησεν αυτω οχλος πολυς

30 και ιδου δυο τυφλοι καθημενοι παρα την οδον ακουσαντες οτι ιησους παραγει εκραξαν λεγοντες ελεησον ημας κυριε υιος δαβιδ

31 ο δε οχλος επετιμησεν αυτοις ινα σιωπησωσιν οι δε μειζον εκραζον λεγοντες ελεησον ημας κυριε υιος δαβιδ

32 και στας ο ιησους εφωνησεν αυτους και ειπεν τι θελετε ποιησω υμιν

33 λεγουσιν αυτω κυριε ινα ανοιχθωσιν ημων οι οφθαλμοι

34 σπλαγχνισθεις δε ο ιησους ηψατο των οφθαλμων αυτων και ευθεως ανεβλεψαν αυτων οι οφθαλμοι και ηκολουθησαν αυτω