Add parallel Print Page Options

[a]Ὁμοίως γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα [b]καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ’ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ [c]πραέως καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι [d]εἰς θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάρρα [e]ὑπήκουσεν τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.

Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ [f]συγκληρονόμοις χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.

Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, [g]ταπεινόφρονες, μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ [h]εὐλογοῦντες, ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε. 10 ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν [i]γλῶσσαν ἀπὸ κακοῦ καὶ [j]χείλη τοῦ μὴ λαλῆσαι δόλον, 11 ἐκκλινάτω [k]δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν· 12 ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.

13 Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ [l]ζηλωταὶ γένησθε; 14 ἀλλ’ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, 15 κύριον δὲ τὸν [m]Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, [n]ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, 16 [o]ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ [p]καταλαλεῖσθε καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. 17 κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας. 18 ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν [q]ἔπαθεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα [r]ὑμᾶς προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι· 19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, 20 ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν [s]ὀλίγοι, τοῦτ’ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι’ ὕδατος. 21 [t]καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, 22 ὅς ἐστιν ἐν [u]δεξιᾷ θεοῦ πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 3:1 Ὁμοίως WH Treg] + αἱ NIV RP
  2. ΠΕΤΡΟΥ Α΄ 3:1 καὶ Treg NIV RP] – WH
  3. ΠΕΤΡΟΥ Α΄ 3:4 πραέως καὶ ἡσυχίου Treg NIV RP] ἡσυχίου καὶ πραέως WH
  4. ΠΕΤΡΟΥ Α΄ 3:5 εἰς WH Treg NIV] ἐπὶ RP
  5. ΠΕΤΡΟΥ Α΄ 3:6 ὑπήκουσεν Treg NIV RP] ὑπήκουεν WH
  6. ΠΕΤΡΟΥ Α΄ 3:7 συγκληρονόμοις WH Treg NIV] συγκληρονόμοι RP
  7. ΠΕΤΡΟΥ Α΄ 3:8 ταπεινόφρονες WH Treg NIV] φιλόφρονες RP
  8. ΠΕΤΡΟΥ Α΄ 3:9 εὐλογοῦντες WH Treg NIV] + εἰδότες RP
  9. ΠΕΤΡΟΥ Α΄ 3:10 γλῶσσαν WH Treg NIV] + αὐτοῦ RP
  10. ΠΕΤΡΟΥ Α΄ 3:10 χείλη WH Treg NIV] + αὐτοῦ RP
  11. ΠΕΤΡΟΥ Α΄ 3:11 δὲ WH Treg NIV] – RP
  12. ΠΕΤΡΟΥ Α΄ 3:13 ζηλωταὶ WH Treg NIV] μιμηταὶ RP
  13. ΠΕΤΡΟΥ Α΄ 3:15 Χριστὸν WH Treg NIV] θεὸν RP
  14. ΠΕΤΡΟΥ Α΄ 3:15 ἕτοιμοι WH Treg NIV] + δὲ RP
  15. ΠΕΤΡΟΥ Α΄ 3:16 ἀλλὰ WH Treg NIV] – RP
  16. ΠΕΤΡΟΥ Α΄ 3:16 καταλαλεῖσθε WH NIV] καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν Treg RP
  17. ΠΕΤΡΟΥ Α΄ 3:18 ἔπαθεν RP NA] ἀπέθανεν WH Treg NIV
  18. ΠΕΤΡΟΥ Α΄ 3:18 ὑμᾶς WH NIV RP] ἡμᾶς Treg
  19. ΠΕΤΡΟΥ Α΄ 3:20 ὀλίγοι WH Treg NIV] ὀλίγαι RP
  20. ΠΕΤΡΟΥ Α΄ 3:21 καὶ ὑμᾶς ἀντίτυπον νῦν WH Treg NIV] ἀντίτυπον νῦν καὶ ἡμᾶς RP
  21. ΠΕΤΡΟΥ Α΄ 3:22 δεξιᾷ WH Treg] + τοῦ NIV RP

ομοιως αι γυναικες υποτασσομεναι τοις ιδιοις ανδρασιν ινα και ει τινες απειθουσιν τω λογω δια της των γυναικων αναστροφης ανευ λογου κερδηθησωνται

εποπτευσαντες την εν φοβω αγνην αναστροφην υμων

ων εστω ουχ ο εξωθεν εμπλοκης τριχων και περιθεσεως χρυσιων η ενδυσεως ιματιων κοσμος

αλλ ο κρυπτος της καρδιας ανθρωπος εν τω αφθαρτω του πραεος και ησυχιου πνευματος ο εστιν ενωπιον του θεου πολυτελες

ουτως γαρ ποτε και αι αγιαι γυναικες αι ελπιζουσαι επι τον θεον εκοσμουν εαυτας υποτασσομεναι τοις ιδιοις ανδρασιν

ως σαρρα υπηκουσεν τω αβρααμ κυριον αυτον καλουσα ης εγενηθητε τεκνα αγαθοποιουσαι και μη φοβουμεναι μηδεμιαν πτοησιν

οι ανδρες ομοιως συνοικουντες κατα γνωσιν ως ασθενεστερω σκευει τω γυναικειω απονεμοντες τιμην ως και συγκληρονομοι χαριτος ζωης εις το μη εκκοπτεσθαι τας προσευχας υμων

το δε τελος παντες ομοφρονες συμπαθεις φιλαδελφοι ευσπλαγχνοι φιλοφρονες

μη αποδιδοντες κακον αντι κακου η λοιδοριαν αντι λοιδοριας τουναντιον δε ευλογουντες ειδοτες οτι εις τουτο εκληθητε ινα ευλογιαν κληρονομησητε

10 ο γαρ θελων ζωην αγαπαν και ιδειν ημερας αγαθας παυσατω την γλωσσαν αυτου απο κακου και χειλη αυτου του μη λαλησαι δολον

11 εκκλινατω απο κακου και ποιησατω αγαθον ζητησατω ειρηνην και διωξατω αυτην

12 οτι οι οφθαλμοι κυριου επι δικαιους και ωτα αυτου εις δεησιν αυτων προσωπον δε κυριου επι ποιουντας κακα

13 και τις ο κακωσων υμας εαν του αγαθου μιμηται γενησθε

14 αλλ ει και πασχοιτε δια δικαιοσυνην μακαριοι τον δε φοβον αυτων μη φοβηθητε μηδε ταραχθητε

15 κυριον δε τον θεον αγιασατε εν ταις καρδιαις υμων ετοιμοι δε αει προς απολογιαν παντι τω αιτουντι υμας λογον περι της εν υμιν ελπιδος μετα πραυτητος και φοβου

16 συνειδησιν εχοντες αγαθην ινα εν ω καταλαλωσιν υμων ως κακοποιων καταισχυνθωσιν οι επηρεαζοντες υμων την αγαθην εν χριστω αναστροφην

17 κρειττον γαρ αγαθοποιουντας ει θελει το θελημα του θεου πασχειν η κακοποιουντας

18 οτι και χριστος απαξ περι αμαρτιων επαθεν δικαιος υπερ αδικων ινα ημας προσαγαγη τω θεω θανατωθεις μεν σαρκι ζωοποιηθεις δε τω πνευματι

19 εν ω και τοις εν φυλακη πνευμασιν πορευθεις εκηρυξεν

20 απειθησασιν ποτε οτε απαξ εξεδεχετο η του θεου μακροθυμια εν ημεραις νωε κατασκευαζομενης κιβωτου εις ην ολιγαι τουτεστιν οκτω ψυχαι διεσωθησαν δι υδατος

21 ο και ημας αντιτυπον νυν σωζει βαπτισμα ου σαρκος αποθεσις ρυπου αλλα συνειδησεως αγαθης επερωτημα εις θεον δι αναστασεως ιησου χριστου

22 ος εστιν εν δεξια του θεου πορευθεις εις ουρανον υποταγεντων αυτω αγγελων και εξουσιων και δυναμεων