Add parallel Print Page Options

5 Πρεσβυτέρους [a]οὖν ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός, 2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, [b]ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως [c]κατὰ θεόν, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως, 3 μηδ’ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· 4 καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. 5 ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. πάντες δὲ [d]ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν.

6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, 7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ’ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. 8 νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν [e]τινα [f]καταπιεῖν· 9 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν [g]τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. 10 ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν [h]Χριστῷ, ὀλίγον παθόντας αὐτὸς [i]καταρτίσει, στηρίξει, σθενώσει, [j]θεμελιώσει. 11 [k]αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας [l]τῶν αἰώνων· ἀμήν. 12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι’ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣν [m]στῆτε. 13 ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου. 14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν [n]Χριστῷ.

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 5:1 οὖν WH Treg NIV] τοὺς RP
  2. ΠΕΤΡΟΥ Α΄ 5:2 ἐπισκοποῦντες Treg NIV RP] – WH
  3. ΠΕΤΡΟΥ Α΄ 5:2 κατὰ θεόν Treg NIV] – WH RP
  4. ΠΕΤΡΟΥ Α΄ 5:5 ἀλλήλοις WH Treg NIV] + ὑποτασσόμενοι RP
  5. ΠΕΤΡΟΥ Α΄ 5:8 τινα NIV] τίνα RP; – WH Treg
  6. ΠΕΤΡΟΥ Α΄ 5:8 καταπιεῖν WH Treg NIV] καταπίῃ RP
  7. ΠΕΤΡΟΥ Α΄ 5:9 τῷ WH Treg NIV] – RP
  8. ΠΕΤΡΟΥ Α΄ 5:10 Χριστῷ WH NIV] + Ἰησοῦ Treg RP NA
  9. ΠΕΤΡΟΥ Α΄ 5:10 καταρτίσει WH Treg NIV] καταρτίσαι ὑμᾶς RP
  10. ΠΕΤΡΟΥ Α΄ 5:10 θεμελιώσει NIV RP] – WH Treg
  11. ΠΕΤΡΟΥ Α΄ 5:11 αὐτῷ WH Treg NIV] + ἡ δόξα καὶ RP
  12. ΠΕΤΡΟΥ Α΄ 5:11 τῶν αἰώνων Treg NIV RP] – WH NA
  13. ΠΕΤΡΟΥ Α΄ 5:12 στῆτε WH Treg NIV] ἑστήκατε RP
  14. ΠΕΤΡΟΥ Α΄ 5:14 Χριστῷ WH Treg NIV] + Ἰησοῦ ἀμήν RP