Add parallel Print Page Options

Λέγω δέ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου [a]ἤμεθα δεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας [b]ἡμῶν, κρᾶζον· Αββα ὁ πατήρ. ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος [c]διὰ θεοῦ.

Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς [d]φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν [e]δουλεύειν θέλετε; 10 ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. 11 φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.

12 Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε· 13 οἴδατε δὲ ὅτι δι’ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, 14 καὶ τὸν πειρασμὸν [f]ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν. 15 [g]ποῦ [h]οὖν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν [i]ἐξορύξαντες ἐδώκατέ μοι. 16 ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; 17 ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. 18 καλὸν [j]δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς, 19 [k]τέκνα μου, οὓς πάλιν ὠδίνω [l]μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· 20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.

21 Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; 22 γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· 23 ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας [m]δι’ ἐπαγγελίας. 24 ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἁγάρ, 25 τὸ [n]δὲ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει [o]γὰρ μετὰ τῶν τέκνων αὐτῆς· 26 ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν [p]μήτηρ ἡμῶν· 27 γέγραπται γάρ· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. 28 [q]ὑμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ· 29 ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν. 30 ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ [r]κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. 31 [s]διό, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας.

Footnotes

  1. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:3 ἤμεθα WH NIV] ἦμεν Treg RP
  2. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:6 ἡμῶν WH Treg NIV] ὑμῶν RP
  3. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:7 διὰ θεοῦ WH Treg NIV] θεοῦ διὰ Χριστοῦ RP
  4. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:8 φύσει μὴ WH Treg NIV] μὴ φύσει RP
  5. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:9 δουλεύειν NIV RP] δουλεῦσαι WH Treg
  6. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:14 ὑμῶν WH Treg NIV] μου τὸν RP
  7. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:15 ποῦ WH Treg NIV] Τίς RP
  8. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:15 οὖν WH Treg NIV] + ἦν RP
  9. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:15 ἐξορύξαντες WH Treg NIV] + ἂν RP
  10. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:18 δὲ WH Treg NIV] + τὸ RP
  11. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:19 τέκνα Treg NIV] τεκνία WH RP
  12. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:19 μέχρις WH Treg NIV] ἄχρι RP
  13. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:23 δι᾽ WH Treg NIV] διὰ τῆς RP
  14. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:25 δὲ WH NIV] γὰρ RP Treg
  15. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:25 γὰρ WH Treg NIV] δὲ RP
  16. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:26 μήτηρ WH Treg NIV] + πάντων RP
  17. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:28 ὑμεῖς δέ … τέκνα ἐστέ Treg NIV] ἡμεῖς δὲ … τέκνα ἐσμέν WH RP
  18. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:30 κληρονομήσει WH Treg NIV] κληρονομήσῃ RP
  19. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:31 διό WH Treg NIV] Ἄρα RP

λεγω δε εφ οσον χρονον ο κληρονομος νηπιος εστιν ουδεν διαφερει δουλου κυριος παντων ων

αλλα υπο επιτροπους εστιν και οικονομους αχρι της προθεσμιας του πατρος

ουτως και ημεις οτε ημεν νηπιοι υπο τα στοιχεια του κοσμου ημεν δεδουλωμενοι

οτε δε ηλθεν το πληρωμα του χρονου εξαπεστειλεν ο θεος τον υιον αυτου γενομενον εκ γυναικος γενομενον υπο νομον

ινα τους υπο νομον εξαγοραση ινα την υιοθεσιαν απολαβωμεν

οτι δε εστε υιοι εξαπεστειλεν ο θεος το πνευμα του υιου αυτου εις τας καρδιας υμων κραζον αββα ο πατηρ

ωστε ουκετι ει δουλος αλλ υιος ει δε υιος και κληρονομος θεου δια χριστου

αλλα τοτε μεν ουκ ειδοτες θεον εδουλευσατε τοις μη φυσει ουσιν θεοις

νυν δε γνοντες θεον μαλλον δε γνωσθεντες υπο θεου πως επιστρεφετε παλιν επι τα ασθενη και πτωχα στοιχεια οις παλιν ανωθεν δουλευειν θελετε

10 ημερας παρατηρεισθε και μηνας και καιρους και ενιαυτους

11 φοβουμαι υμας μηπως εικη κεκοπιακα εις υμας

12 γινεσθε ως εγω οτι καγω ως υμεις αδελφοι δεομαι υμων ουδεν με ηδικησατε

13 οιδατε δε οτι δι ασθενειαν της σαρκος ευηγγελισαμην υμιν το προτερον

14 και τον πειρασμον μου τον εν τη σαρκι μου ουκ εξουθενησατε ουδε εξεπτυσατε αλλ ως αγγελον θεου εδεξασθε με ως χριστον ιησουν

15 τις ουν ην ο μακαρισμος υμων μαρτυρω γαρ υμιν οτι ει δυνατον τους οφθαλμους υμων εξορυξαντες αν εδωκατε μοι

16 ωστε εχθρος υμων γεγονα αληθευων υμιν

17 ζηλουσιν υμας ου καλως αλλα εκκλεισαι υμας θελουσιν ινα αυτους ζηλουτε

18 καλον δε το ζηλουσθαι εν καλω παντοτε και μη μονον εν τω παρειναι με προς υμας

19 τεκνια μου ους παλιν ωδινω αχρις ου μορφωθη χριστος εν υμιν

20 ηθελον δε παρειναι προς υμας αρτι και αλλαξαι την φωνην μου οτι απορουμαι εν υμιν

21 λεγετε μοι οι υπο νομον θελοντες ειναι τον νομον ουκ ακουετε

22 γεγραπται γαρ οτι αβρααμ δυο υιους εσχεν ενα εκ της παιδισκης και ενα εκ της ελευθερας

23 αλλ ο μεν εκ της παιδισκης κατα σαρκα γεγεννηται ο δε εκ της ελευθερας δια της επαγγελιας

24 ατινα εστιν αλληγορουμενα αυται γαρ εισιν αι δυο διαθηκαι μια μεν απο ορους σινα εις δουλειαν γεννωσα ητις εστιν αγαρ

25 το γαρ αγαρ σινα ορος εστιν εν τη αραβια συστοιχει δε τη νυν ιερουσαλημ δουλευει δε μετα των τεκνων αυτης

26 η δε ανω ιερουσαλημ ελευθερα εστιν ητις εστιν μητηρ παντων ημων

27 γεγραπται γαρ ευφρανθητι στειρα η ου τικτουσα ρηξον και βοησον η ουκ ωδινουσα οτι πολλα τα τεκνα της ερημου μαλλον η της εχουσης τον ανδρα

28 ημεις δε αδελφοι κατα ισαακ επαγγελιας τεκνα εσμεν

29 αλλ ωσπερ τοτε ο κατα σαρκα γεννηθεις εδιωκεν τον κατα πνευμα ουτως και νυν

30 αλλα τι λεγει η γραφη εκβαλε την παιδισκην και τον υιον αυτης ου γαρ μη κληρονομηση ο υιος της παιδισκης μετα του υιου της ελευθερας

31 αρα αδελφοι ουκ εσμεν παιδισκης τεκνα αλλα της ελευθερας