Add parallel Print Page Options

Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην [a]λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ’ ὡς [b]σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα, [c]οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. ἀλλ’ [d]οὐδὲ ἔτι νῦν δύνασθε, ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ [e]ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; ὅταν γὰρ λέγῃ τις· Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ· Ἐγὼ Ἀπολλῶ, [f]οὐκ ἄνθρωποί ἐστε;

[g]Τί οὖν ἐστιν [h]Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος; [i]διάκονοι δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν. ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὔξανεν· ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων θεός. ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον, θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.

10 Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον [j]ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· 11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· 12 εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν [k]θεμέλιον [l]χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, 13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ [m]αὐτὸ δοκιμάσει. 14 εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται· 15 εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.

16 Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ [n]οἰκεῖ ἐν ὑμῖν; 17 εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.

18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός, 19 ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν· γέγραπται γάρ· Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· 20 καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι. 21 ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, 22 εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα [o]ὑμῶν, 23 ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:1 λαλῆσαι ὑμῖν WH Treg NIV ] ὑμῖν λαλῆσαι RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:1 σαρκίνοις WH Treg NIV ] σαρκικοῖς RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:2 οὐ WH Treg NIV ] καὶ οὐ RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:2 οὐδὲ WH Treg NIV ] οὖτε RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:3 ἔρις WH Treg NIV ] + καὶ διχοστασίαι RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:4 οὐκ ἄνθρωποί WH Treg NIV ] οὐχὶ σαρκικοί RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:5 Τί WH Treg NIV ] Τίς RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:5 Ἀπολλῶς τί δέ ἐστιν Παῦλος WH Treg NIV] Παῦλος τίς δὲ Ἀπολλώς RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:5 διάκονοι WH Treg NIV ] ἀλλ᾽ ἢ διάκονοι RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:10 ἔθηκα WH Treg NIV ] τέθεικα RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:12 θεμέλιον WH Treg NIV ] + τοῦτον RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:12 χρυσόν ἄργυρον WH NIV RP ] χρυσίον ἀργύριον Treg
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:13 αὐτὸ WH Treg NA ] – NIV RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:16 οἰκεῖ ἐν ὑμῖν Treg NIV RP ] ἐν ὑμῖν οἰκεῖ WH
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:22 ὑμῶν WH Treg NIV ] + ἐστιν RP

και εγω αδελφοι ουκ ηδυνηθην λαλησαι υμιν ως πνευματικοις αλλ ως σαρκικοις ως νηπιοις εν χριστω

γαλα υμας εποτισα και ου βρωμα ουπω γαρ ηδυνασθε αλλ ουτε ετι νυν δυνασθε

ετι γαρ σαρκικοι εστε οπου γαρ εν υμιν ζηλος και ερις και διχοστασιαι ουχι σαρκικοι εστε και κατα ανθρωπον περιπατειτε

οταν γαρ λεγη τις εγω μεν ειμι παυλου ετερος δε εγω απολλω ουχι σαρκικοι εστε

τις ουν εστιν παυλος τις δε απολλως αλλ η διακονοι δι ων επιστευσατε και εκαστω ως ο κυριος εδωκεν

εγω εφυτευσα απολλως εποτισεν αλλ ο θεος ηυξανεν

ωστε ουτε ο φυτευων εστιν τι ουτε ο ποτιζων αλλ ο αυξανων θεος

ο φυτευων δε και ο ποτιζων εν εισιν εκαστος δε τον ιδιον μισθον ληψεται κατα τον ιδιον κοπον

θεου γαρ εσμεν συνεργοι θεου γεωργιον θεου οικοδομη εστε

10 κατα την χαριν του θεου την δοθεισαν μοι ως σοφος αρχιτεκτων θεμελιον τεθεικα αλλος δε εποικοδομει εκαστος δε βλεπετω πως εποικοδομει

11 θεμελιον γαρ αλλον ουδεις δυναται θειναι παρα τον κειμενον ος εστιν ιησους ο χριστος

12 ει δε τις εποικοδομει επι τον θεμελιον τουτον χρυσον αργυρον λιθους τιμιους ξυλα χορτον καλαμην

13 εκαστου το εργον φανερον γενησεται η γαρ ημερα δηλωσει οτι εν πυρι αποκαλυπτεται και εκαστου το εργον οποιον εστιν το πυρ δοκιμασει

14 ει τινος το εργον μενει ο επωκοδομησεν μισθον ληψεται

15 ει τινος το εργον κατακαησεται ζημιωθησεται αυτος δε σωθησεται ουτως δε ως δια πυρος

16 ουκ οιδατε οτι ναος θεου εστε και το πνευμα του θεου οικει εν υμιν

17 ει τις τον ναον του θεου φθειρει φθερει τουτον ο θεος ο γαρ ναος του θεου αγιος εστιν οιτινες εστε υμεις

18 μηδεις εαυτον εξαπατατω ει τις δοκει σοφος ειναι εν υμιν εν τω αιωνι τουτω μωρος γενεσθω ινα γενηται σοφος

19 η γαρ σοφια του κοσμου τουτου μωρια παρα τω θεω εστιν γεγραπται γαρ ο δρασσομενος τους σοφους εν τη πανουργια αυτων

20 και παλιν κυριος γινωσκει τους διαλογισμους των σοφων οτι εισιν ματαιοι

21 ωστε μηδεις καυχασθω εν ανθρωποις παντα γαρ υμων εστιν

22 ειτε παυλος ειτε απολλως ειτε κηφας ειτε κοσμος ειτε ζωη ειτε θανατος ειτε ενεστωτα ειτε μελλοντα παντα υμων εστιν

23 υμεις δε χριστου χριστος δε θεου