Add parallel Print Page Options

Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.

Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους [a]μηδὲ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, ἵνα [b]σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνάς, [c]οἰκουργούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.

Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ [d]ἀφθορίαν, [e]σεμνότητα, λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων [f]λέγειν περὶ ἡμῶν φαῦλον.

Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, 10 μὴ νοσφιζομένους, ἀλλὰ [g]πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν [h]τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν.

11 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ [i]θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις 12 παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, 13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν [j]Ἰησοῦ Χριστοῦ, 14 ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.

15 Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.

Footnotes

  1. ΠΡΟΣ ΤΙΤΟΝ 2:3 μηδὲ WH Treg ] μὴ NIV RP
  2. ΠΡΟΣ ΤΙΤΟΝ 2:4 σωφρονίζωσι WH NIV RP] σωφρονίζουσιν Treg
  3. ΠΡΟΣ ΤΙΤΟΝ 2:5 οἰκουργούς WH Treg NIV ] οἰκουρούς RP
  4. ΠΡΟΣ ΤΙΤΟΝ 2:7 ἀφθορίαν WH Treg NIV ] ἀδιαφθορίαν RP
  5. ΠΡΟΣ ΤΙΤΟΝ 2:7 σεμνότητα WH Treg NIV ] + ἀφθαρσίαν RP
  6. ΠΡΟΣ ΤΙΤΟΝ 2:8 λέγειν περὶ ἡμῶν WH Treg NIV ] περὶ ἡμῶν λέγειν RP
  7. ΠΡΟΣ ΤΙΤΟΝ 2:10 πᾶσαν πίστιν WH Treg NIV ] πίστιν πᾶσαν RP
  8. ΠΡΟΣ ΤΙΤΟΝ 2:10 τὴν WH Treg NIV ] – RP
  9. ΠΡΟΣ ΤΙΤΟΝ 2:11 θεοῦ WH Treg NIV ] + ἡ RP
  10. ΠΡΟΣ ΤΙΤΟΝ 2:13 Ἰησοῦ Χριστοῦ NIV RP ] Χριστοῦ Ἰησοῦ WH Treg

συ δε λαλει α πρεπει τη υγιαινουση διδασκαλια

πρεσβυτας νηφαλιους ειναι σεμνους σωφρονας υγιαινοντας τη πιστει τη αγαπη τη υπομονη

πρεσβυτιδας ωσαυτως εν καταστηματι ιεροπρεπεις μη διαβολους μη οινω πολλω δεδουλωμενας καλοδιδασκαλους

ινα σωφρονιζωσιν τας νεας φιλανδρους ειναι φιλοτεκνους

σωφρονας αγνας οικουρους αγαθας υποτασσομενας τοις ιδιοις ανδρασιν ινα μη ο λογος του θεου βλασφημηται

τους νεωτερους ωσαυτως παρακαλει σωφρονειν

περι παντα σεαυτον παρεχομενος τυπον καλων εργων εν τη διδασκαλια αδιαφθοριαν σεμνοτητα αφθαρσιαν

λογον υγιη ακαταγνωστον ινα ο εξ εναντιας εντραπη μηδεν εχων περι υμων λεγειν φαυλον

δουλους ιδιοις δεσποταις υποτασσεσθαι εν πασιν ευαρεστους ειναι μη αντιλεγοντας

10 μη νοσφιζομενους αλλα πιστιν πασαν ενδεικνυμενους αγαθην ινα την διδασκαλιαν του σωτηρος υμων θεου κοσμωσιν εν πασιν

11 επεφανη γαρ η χαρις του θεου η σωτηριος πασιν ανθρωποις

12 παιδευουσα ημας ινα αρνησαμενοι την ασεβειαν και τας κοσμικας επιθυμιας σωφρονως και δικαιως και ευσεβως ζησωμεν εν τω νυν αιωνι

13 προσδεχομενοι την μακαριαν ελπιδα και επιφανειαν της δοξης του μεγαλου θεου και σωτηρος ημων ιησου χριστου

14 ος εδωκεν εαυτον υπερ ημων ινα λυτρωσηται ημας απο πασης ανομιας και καθαριση εαυτω λαον περιουσιον ζηλωτην καλων εργων

15 ταυτα λαλει και παρακαλει και ελεγχε μετα πασης επιταγης μηδεις σου περιφρονειτω