Add parallel Print Page Options

17 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν, πλὴν οὐαὶ δι᾽ οὗ ἔρχεται. λυσιτελεῖ αὐτῷ εἰ [a]λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα. προσέχετε ἑαυτοῖς. ἐὰν [b]ἁμάρτῃ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ. καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σὲ λέγων· μετανοῶ, ἀφήσεις αὐτῷ.

Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ· πρόσθες ἡμῖν πίστιν. εἶπεν δὲ ὁ κύριος· εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ· ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ, καὶ ὑπήκουσεν ἂν ὑμῖν.

Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ· εὐθέως παρελθὼν ἀνάπεσε; ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῷ· ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; μὴ ἔχει χάριν τῷ δούλῳ ὅτι ἐποίησεν τὰ [c]διαταχθέντα; 10 οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.

11 Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι εἰς Ἱερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσον Σαμαρείας καὶ Γαλιλαίας. 12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν. 13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς.

14 Καὶ ἰδὼν εἶπεν αὐτοῖς· πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτούς, ἐκαθαρίσθησαν. 15 εἷς δὲ ἐξ αὐτῶν ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν. 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης.

17 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; 18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; 19 καὶ εἶπεν αὐτῷ· ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.

20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως, 21 οὐδὲ ἐροῦσιν· ἰδοὺ ὧδε [d]ἢ ἐκεῖ. ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν.

22 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε. 23 καὶ ἐροῦσιν ὑμῖν· [e]ἰδοὺ ἐκεῖ ἢ ἰδοὺ ὧδε. μὴ ἀπέλθητε μηδὲ διώξητε. 24 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου [f]ἐν τῇ ἡμέρᾳ αὐτοῦ.

25 Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.

26 Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 27 ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας. 28 ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν. 29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ καὶ ἀπώλεσεν πάντας· 30 κατὰ ταῦτα ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται.

31 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά· καὶ ὁ ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. 32 μνημονεύετε τῆς γυναικὸς Λώτ. 33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ [g]περιποιήσασθαι ἀπολέσει αὐτήν, ὃς δ᾽ ἂν ἀπολέσῃ ζωογονήσει αὐτήν.

34 Λέγω ὑμῖν· ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλείνης μιᾶς· ὁ εἷς παραλημφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται. 35 ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό· ἡ μία παραλημφθήσεται, ἡ δὲ ἑτέρα ἀφεθήσεται.

37 Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· ὅπου τὸ σῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται.

Footnotes

  1. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 17:2 λίθος μυλικὸς P75 א B D L*(λιθο for λιθος) Lc Θ 69; λιθος ονικος W; μυλος ονικος A K Δ Ψ 1424
  2. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 17:3 ἁμάρτῃ א A B L W; αμαρτησει Θ; αμαρτη εις σε K; αμαρτηση εις σε D Δ Ψ 69; αμαρτει εις σε 1424
  3. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 17:9 διαταχθέντα P75 א1 B L; add ου δοκω A K W Δ Θ Ψ 1424; add αυτω ου δοκω D 69; skip from verse 9 διαταχθεντα to verse 10 διαταχθεντα א*
  4. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 17:21 ἢ ἐκεῖ P75 א B L Θ(vid η̣ κ̣ε̣ι̣); η ιδου εκει A D K Δ Ψ 1424; και ιδου εκει W; ιδου εκει 69
  5. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 17:23 ἰδοὺ ἐκεῖ ἢ ἰδοὺ ὧδε P75 B; ιδου εκει και ιδου ωδε א; ιδου εκει ιδου ωδε L; ιδου ωδε η ιδου εκει A Δ Θ Ψ 1424; ιδου ωδε ιδου εκει D K(add ο χριστος) W 69; unclear P111(υ] ω̣δ̣ε̣ μη)
  6. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 17:24 ἐν τῇ ἡμέρᾳ αὐτοῦ א A K L W Δ Θ Ψ 69 1424; omit P75 B D
  7. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 περιποιήσασθαι P75(vid π̣εριπ̣[οι]η̣σασ̣θα̣[ι) B L; σωσαι א A K W Δ Θ Ψ 69 1424

17 ειπεν δε προς τους μαθητας ανενδεκτον εστιν του μη ελθειν τα σκανδαλα ουαι δε δι ου ερχεται

λυσιτελει αυτω ει μυλος ονικος περικειται περι τον τραχηλον αυτου και ερριπται εις την θαλασσαν η ινα σκανδαλιση ενα των μικρων τουτων

προσεχετε εαυτοις εαν δε αμαρτη εις σε ο αδελφος σου επιτιμησον αυτω και εαν μετανοηση αφες αυτω

και εαν επτακις της ημερας αμαρτη εις σε και επτακις της ημερας επιστρεψη επι σε λεγων μετανοω αφησεις αυτω

και ειπον οι αποστολοι τω κυριω προσθες ημιν πιστιν

ειπεν δε ο κυριος ει ειχετε πιστιν ως κοκκον σιναπεως ελεγετε αν τη συκαμινω ταυτη εκριζωθητι και φυτευθητι εν τη θαλασση και υπηκουσεν αν υμιν

τις δε εξ υμων δουλον εχων αροτριωντα η ποιμαινοντα ος εισελθοντι εκ του αγρου ερει ευθεως παρελθων αναπεσαι

αλλ ουχι ερει αυτω ετοιμασον τι δειπνησω και περιζωσαμενος διακονει μοι εως φαγω και πιω και μετα ταυτα φαγεσαι και πιεσαι συ

μη χαριν εχει τω δουλω εκεινω οτι εποιησεν τα διαταχθεντα αυτω ου δοκω

10 ουτως και υμεις οταν ποιησητε παντα τα διαταχθεντα υμιν λεγετε οτι δουλοι αχρειοι εσμεν οτι ο ωφειλομεν ποιησαι πεποιηκαμεν

11 και εγενετο εν τω πορευεσθαι αυτον εις ιερουσαλημ και αυτος διηρχετο δια μεσου σαμαρειας και γαλιλαιας

12 και εισερχομενου αυτου εις τινα κωμην απηντησαν αυτω δεκα λεπροι ανδρες οι εστησαν πορρωθεν

13 και αυτοι ηραν φωνην λεγοντες ιησου επιστατα ελεησον ημας

14 και ιδων ειπεν αυτοις πορευθεντες επιδειξατε εαυτους τοις ιερευσιν και εγενετο εν τω υπαγειν αυτους εκαθαρισθησαν

15 εις δε εξ αυτων ιδων οτι ιαθη υπεστρεψεν μετα φωνης μεγαλης δοξαζων τον θεον

16 και επεσεν επι προσωπον παρα τους ποδας αυτου ευχαριστων αυτω και αυτος ην σαμαρειτης

17 αποκριθεις δε ο ιησους ειπεν ουχι οι δεκα εκαθαρισθησαν οι δε εννεα που

18 ουχ ευρεθησαν υποστρεψαντες δουναι δοξαν τω θεω ει μη ο αλλογενης ουτος

19 και ειπεν αυτω αναστας πορευου η πιστις σου σεσωκεν σε

20 επερωτηθεις δε υπο των φαρισαιων ποτε ερχεται η βασιλεια του θεου απεκριθη αυτοις και ειπεν ουκ ερχεται η βασιλεια του θεου μετα παρατηρησεως

21 ουδε ερουσιν ιδου ωδε η ιδου εκει ιδου γαρ η βασιλεια του θεου εντος υμων εστιν

22 ειπεν δε προς τους μαθητας ελευσονται ημεραι οτε επιθυμησετε μιαν των ημερων του υιου του ανθρωπου ιδειν και ουκ οψεσθε

23 και ερουσιν υμιν ιδου ωδε η ιδου εκει μη απελθητε μηδε διωξητε

24 ωσπερ γαρ η αστραπη η αστραπτουσα εκ της υπ ουρανον εις την υπ ουρανον λαμπει ουτως εσται και ο υιος του ανθρωπου εν τη ημερα αυτου

25 πρωτον δε δει αυτον πολλα παθειν και αποδοκιμασθηναι απο της γενεας ταυτης

26 και καθως εγενετο εν ταις ημεραις του νωε ουτως εσται και εν ταις ημεραις του υιου του ανθρωπου

27 ησθιον επινον εγαμουν εξεγαμιζοντο αχρι ης ημερας εισηλθεν νωε εις την κιβωτον και ηλθεν ο κατακλυσμος και απωλεσεν απαντας

28 ομοιως και ως εγενετο εν ταις ημεραις λωτ ησθιον επινον ηγοραζον επωλουν εφυτευον ωκοδομουν

29 η δε ημερα εξηλθεν λωτ απο σοδομων εβρεξεν πυρ και θειον απ ουρανου και απωλεσεν απαντας

30 κατα ταυτα εσται η ημερα ο υιος του ανθρωπου αποκαλυπτεται

31 εν εκεινη τη ημερα ος εσται επι του δωματος και τα σκευη αυτου εν τη οικια μη καταβατω αραι αυτα και ο εν τω αγρω ομοιως μη επιστρεψατω εις τα οπισω

32 μνημονευετε της γυναικος λωτ

33 ος εαν ζητηση την ψυχην αυτου σωσαι απολεσει αυτην και ος εαν απολεση αυτην ζωογονησει αυτην

34 λεγω υμιν ταυτη τη νυκτι εσονται δυο επι κλινης μιας ο εις παραληφθησεται και ο ετερος αφεθησεται

35 δυο εσονται αληθουσαι επι το αυτο μια παραληφθησεται και η ετερα αφεθησεται

36  37 και αποκριθεντες λεγουσιν αυτω που κυριε ο δε ειπεν αυτοις οπου το σωμα εκει συναχθησονται οι αετοι