Add parallel Print Page Options

14 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν [a]ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· καὶ ἐὰν πορευθῶ [b]καὶ ἑτοιμάσω [c]τόπον ὑμῖν, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε [d]τὴν ὁδόν. λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· [e]πῶς [f]δυνάμεθα τὴν ὁδὸν εἰδέναι; λέγει αὐτῷ [g]ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ. εἰ [h]ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου [i]ἂν ᾔδειτε· [j]ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε [k]αὐτόν.

Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. λέγει αὐτῷ ὁ Ἰησοῦς· [l]Τοσούτῳ χρόνῳ μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· [m]πῶς σὺ λέγεις· Δεῖξον ἡμῖν τὸν πατέρα; 10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ [n]λέγω ὑμῖν ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ [o]πατὴρ ἐν ἐμοὶ [p]μένων ποιεῖ τὰ ἔργα [q]αὐτοῦ. 11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ [r]πιστεύετε. 12 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν [s]πατέρα πορεύομαι· 13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ· 14 ἐάν τι αἰτήσητέ [t]με ἐν τῷ ὀνόματί μου [u]ἐγὼ ποιήσω.

15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς [v]τηρήσετε· 16 κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα [w]ᾖ μεθ’ ὑμῶν εἰς τὸν [x]αἰῶνα, 17 τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ [y]γινώσκει· [z]ὑμεῖς γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει καὶ ἐν ὑμῖν [aa]ἔσται.

18 Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς. 19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς [ab]ζήσετε. 20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ [ac]γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. 21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. 22 λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης· Κύριε, [ad]τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ; 23 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ [ae]ποιησόμεθα. 24 ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός.

25 Ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων· 26 ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον [af]ὑμῖν. 27 εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. 28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν· Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν, [ag]ὅτι πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ [ah]πατὴρ μείζων μού ἐστιν. 29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε. 30 οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν, 31 ἀλλ’ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς [ai]ἐνετείλατο μοι ὁ πατὴρ οὕτως ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:2 ὅτι WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:3 καὶ WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:3 τόπον ὑμῖν WH Treg NIV ] ὑμῖν τόπον RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:4 τὴν ὁδόν WH Treg NIV ] καὶ τὴν ὁδὸν οἴδατε RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:5 πῶς WH Treg NIV ] καὶ πῶς RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:5 δυνάμεθα τὴν ὁδὸν εἰδέναι NIV RP ] οἴδαμεν τὴν ὁδὸν WH Treg
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:6 Treg NIV RP ] – WH
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 ἐγνώκειτέ WH Treg NIV RP ] ἐγνώκατέ NA
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 ἂν ᾔδειτε WH Treg NIV] ἐγνώκειτε ἄν RP; γνώσεσθε NA
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 ἀπ᾽ WH Treg ] καὶ ἀπ᾽ NIV RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 αὐτόν Treg NIV RP ] – WH
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:9 Τοσούτῳ χρόνῳ NIV ] Τοσοῦτον χρόνον WH Treg RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:9 πῶς WH NIV ] καὶ πῶς Treg RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 λέγω WH Treg NIV ] λαλῶ RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 πατὴρ WH NIV ] + ὁ Treg RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 μένων WH Treg NIV ] + αὐτὸς RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 αὐτοῦ WH Treg NIV ] – RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:11 πιστεύετε WH NIV ] + μοι Treg RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:12 πατέρα WH Treg NIV ] + μου RP
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:14 με WH NIV RP ] – Treg
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:14 ἐγὼ Treg NIV RP ] τοῦτο WH
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:15 τηρήσετε WH Treg NIV ] τηρήσατε RP
  23. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:16 WH Treg ] – NIV; + μένῃ RP
  24. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:16 αἰῶνα WH Treg RP ] + ᾖ NIV
  25. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:17 γινώσκει WH NIV ] + αὐτό Treg RP
  26. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:17 ὑμεῖς WH NIV ] + δὲ Treg RP
  27. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:17 ἔσται NIV RP ] ἐστίν WH Treg
  28. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:19 ζήσετε WH Treg NIV ] ζήσεσθε RP
  29. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:20 γνώσεσθε ὑμεῖς NIV RP ] ὑμεῖς γνώσεσθε WH Treg
  30. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:22 τί WH Treg ] καὶ τί NIV RP
  31. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:23 ποιησόμεθα WH Treg NIV ] ποιήσομεν RP
  32. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:26 ὑμῖν Treg RP ] + ἐγώ WH NIV
  33. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:28 ὅτι WH Treg NIV ] + εἶπον RP
  34. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:28 πατὴρ WH Treg NIV ] + μου RP
  35. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:31 ἐνετείλατο NIV RP ] ἐντολὴν ἔδωκέν WH Treg

14 μη ταρασσεσθω υμων η καρδια πιστευετε εις τον θεον και εις εμε πιστευετε

εν τη οικια του πατρος μου μοναι πολλαι εισιν ει δε μη ειπον αν υμιν πορευομαι ετοιμασαι τοπον υμιν

και εαν πορευθω και ετοιμασω υμιν τοπον παλιν ερχομαι και παραληψομαι υμας προς εμαυτον ινα οπου ειμι εγω και υμεις ητε

και οπου εγω υπαγω οιδατε και την οδον οιδατε

λεγει αυτω θωμας κυριε ουκ οιδαμεν που υπαγεις και πως δυναμεθα την οδον ειδεναι

λεγει αυτω ο ιησους εγω ειμι η οδος και η αληθεια και η ζωη ουδεις ερχεται προς τον πατερα ει μη δι εμου

ει εγνωκειτε με και τον πατερα μου εγνωκειτε αν και απ αρτι γινωσκετε αυτον και εωρακατε αυτον

λεγει αυτω φιλιππος κυριε δειξον ημιν τον πατερα και αρκει ημιν

λεγει αυτω ο ιησους τοσουτον χρονον μεθ υμων ειμι και ουκ εγνωκας με φιλιππε ο εωρακως εμε εωρακεν τον πατερα και πως συ λεγεις δειξον ημιν τον πατερα

10 ου πιστευεις οτι εγω εν τω πατρι και ο πατηρ εν εμοι εστιν τα ρηματα α εγω λαλω υμιν απ εμαυτου ου λαλω ο δε πατηρ ο εν εμοι μενων αυτος ποιει τα εργα

11 πιστευετε μοι οτι εγω εν τω πατρι και ο πατηρ εν εμοι ει δε μη δια τα εργα αυτα πιστευετε μοι

12 αμην αμην λεγω υμιν ο πιστευων εις εμε τα εργα α εγω ποιω κακεινος ποιησει και μειζονα τουτων ποιησει οτι εγω προς τον πατερα μου πορευομαι

13 και ο τι αν αιτησητε εν τω ονοματι μου τουτο ποιησω ινα δοξασθη ο πατηρ εν τω υιω

14 εαν τι αιτησητε εν τω ονοματι μου εγω ποιησω

15 εαν αγαπατε με τας εντολας τας εμας τηρησατε

16 και εγω ερωτησω τον πατερα και αλλον παρακλητον δωσει υμιν ινα μενη μεθ υμων εις τον αιωνα

17 το πνευμα της αληθειας ο ο κοσμος ου δυναται λαβειν οτι ου θεωρει αυτο ουδε γινωσκει αυτο υμεις δε γινωσκετε αυτο οτι παρ υμιν μενει και εν υμιν εσται

18 ουκ αφησω υμας ορφανους ερχομαι προς υμας

19 ετι μικρον και ο κοσμος με ουκ ετι θεωρει υμεις δε θεωρειτε με οτι εγω ζω και υμεις ζησεσθε

20 εν εκεινη τη ημερα γνωσεσθε υμεις οτι εγω εν τω πατρι μου και υμεις εν εμοι καγω εν υμιν

21 ο εχων τας εντολας μου και τηρων αυτας εκεινος εστιν ο αγαπων με ο δε αγαπων με αγαπηθησεται υπο του πατρος μου και εγω αγαπησω αυτον και εμφανισω αυτω εμαυτον

22 λεγει αυτω ιουδας ουχ ο ισκαριωτης κυριε τι γεγονεν οτι ημιν μελλεις εμφανιζειν σεαυτον και ουχι τω κοσμω

23 απεκριθη ο ιησους και ειπεν αυτω εαν τις αγαπα με τον λογον μου τηρησει και ο πατηρ μου αγαπησει αυτον και προς αυτον ελευσομεθα και μονην παρ αυτω ποιησομεν

24 ο μη αγαπων με τους λογους μου ου τηρει και ο λογος ον ακουετε ουκ εστιν εμος αλλα του πεμψαντος με πατρος

25 ταυτα λελαληκα υμιν παρ υμιν μενων

26 ο δε παρακλητος το πνευμα το αγιον ο πεμψει ο πατηρ εν τω ονοματι μου εκεινος υμας διδαξει παντα και υπομνησει υμας παντα α ειπον υμιν

27 ειρηνην αφιημι υμιν ειρηνην την εμην διδωμι υμιν ου καθως ο κοσμος διδωσιν εγω διδωμι υμιν μη ταρασσεσθω υμων η καρδια μηδε δειλιατω

28 ηκουσατε οτι εγω ειπον υμιν υπαγω και ερχομαι προς υμας ει ηγαπατε με εχαρητε αν οτι ειπον πορευομαι προς τον πατερα οτι ο πατηρ μου μειζων μου εστιν

29 και νυν ειρηκα υμιν πριν γενεσθαι ινα οταν γενηται πιστευσητε

30 ουκ ετι πολλα λαλησω μεθ υμων ερχεται γαρ ο του κοσμου τουτου αρχων και εν εμοι ουκ εχει ουδεν

31 αλλ ινα γνω ο κοσμος οτι αγαπω τον πατερα και καθως ενετειλατο μοι ο πατηρ ουτως ποιω εγειρεσθε αγωμεν εντευθεν