Add parallel Print Page Options

15 Ἦσαν δὲ [a]αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. καὶ διεγόγγυζον οἵ [b]τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων· Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ [c]ἀπολέσας [d]ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό; καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους [e]αὐτοῦ χαίρων, καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς· Συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. λέγω ὑμῖν ὅτι οὕτως χαρὰ [f]ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.

Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως [g]οὗ εὕρῃ; καὶ εὑροῦσα [h]συγκαλεῖ τὰς φίλας [i]καὶ γείτονας λέγουσα· Συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. 10 οὕτως, λέγω ὑμῖν, [j]γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.

11 Εἶπεν δέ· Ἄνθρωπός τις εἶχεν δύο υἱούς. 12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας· [k]ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον. 13 καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν [l]πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. 14 δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς [m]ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· 16 καὶ ἐπεθύμει [n]γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 17 εἰς ἑαυτὸν δὲ ἐλθὼν [o]ἔφη· Πόσοι μίσθιοι τοῦ πατρός μου [p]περισσεύονται ἄρτων, ἐγὼ δὲ [q]λιμῷ ὧδε ἀπόλλυμαι· 18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, 19 [r]οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. 20 καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα [s]ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. 21 εἶπεν δὲ [t]ὁ υἱὸς αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, [u]οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός [v]σου. 22 εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· [w]Ταχὺ [x]ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, 23 καὶ [y]φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, 24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, [z]ἦν ἀπολωλὼς καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.

25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν, 26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί [aa]ἂν εἴη ταῦτα· 27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. 28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ [ab]δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ [ac]αὐτοῦ· Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· 30 ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον [ad]μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν [ae]σιτευτὸν μόσχον. 31 ὁ δὲ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· 32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ [af]ἔζησεν, καὶ [ag]ἀπολωλὼς καὶ εὑρέθη.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:1 αὐτῷ ἐγγίζοντες WH Treg NIV ] ἐγγίζοντες αὐτῷ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:2 τε WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:4 ἀπολέσας WH NIV RP ] ἀπολέσῃ Treg
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:4 ἐξ αὐτῶν ἓν WH Treg NIV ] ἓν ἐξ αὐτῶν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:5 αὐτοῦ WH Treg NIV ] ἑαυτοῦ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:7 ἐν τῷ οὐρανῷ ἔσται WH NIV ] ἔσται ἐν τῷ οὐρανῷ Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:8 οὗ WH Treg NIV ] ὅτου RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:9 συγκαλεῖ WH NIV ] συγκαλεῖται Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:9 καὶ WH Treg NIV ] + τὰς RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:10 γίνεται χαρὰ WH Treg NIV ] χαρὰ γίνεται RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:12 ὁ δὲ WH Treg NIV ] Καὶ RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:13 πάντα WH Treg NIV ] ἅπαντα RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:14 ἰσχυρὰ WH Treg NIV ] ἰσχυρὸς RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:16 γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ Treg NIV RP ] χορτασθῆναι ἐκ WH NA
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:17 ἔφη WH NIV ] εἶπεν Treg RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:17 περισσεύονται WH Treg NIV ] περισσεύουσιν RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:17 λιμῷ ὧδε WH NIV ] ὧδε λιμῷ Treg; λιμῷ RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:19 οὐκέτι WH Treg NIV ] καὶ οὐκέτι RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:20 ἑαυτοῦ WH NIV ] αὐτοῦ Treg RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:21 ὁ υἱὸς αὐτῷ WH NIV ] αὐτῷ ὁ υἱός Treg RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:21 οὐκέτι WH Treg NIV ] καὶ οὐκέτι RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:21 σου Treg NIV RP ] + ποίησόν με ὡς ἕνα τῶν μισθίων σου WH
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:22 Ταχὺ WH Treg NIV ] – RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:22 ἐξενέγκατε WH Treg NIV ] + τὴν RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:23 φέρετε WH Treg NIV ] ἐνέγκαντες RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:24 ἦν ἀπολωλὼς WH Treg NIV ] καὶ ἀπολωλὼς ἦν RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:26 ἂν WH Treg NIV ] – RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:28 δὲ WH Treg NIV ] οὖν RP
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:29 αὐτοῦ WH Treg NIV ] – RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:30 μετὰ WH NIV RP ] +τῶν Treg
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:30 σιτευτὸν μόσχον WH Treg NIV ] μόσχον τὸν σιτευτόν RP
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:32 ἔζησεν WH Treg NA ] ἀνέζησεν NIV RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:32 ἀπολωλὼς WH Treg NIV ] + ἦν RP

15 ησαν δε εγγιζοντες αυτω παντες οι τελωναι και οι αμαρτωλοι ακουειν αυτου

και διεγογγυζον οι φαρισαιοι και οι γραμματεις λεγοντες οτι ουτος αμαρτωλους προσδεχεται και συνεσθιει αυτοις

ειπεν δε προς αυτους την παραβολην ταυτην λεγων

τις ανθρωπος εξ υμων εχων εκατον προβατα και απολεσας εν εξ αυτων ου καταλειπει τα εννενηκονταεννεα εν τη ερημω και πορευεται επι το απολωλος εως ευρη αυτο

και ευρων επιτιθησιν επι τους ωμους εαυτου χαιρων

και ελθων εις τον οικον συγκαλει τους φιλους και τους γειτονας λεγων αυτοις συγχαρητε μοι οτι ευρον το προβατον μου το απολωλος

λεγω υμιν οτι ουτως χαρα εσται εν τω ουρανω επι ενι αμαρτωλω μετανοουντι η επι εννενηκονταεννεα δικαιοις οιτινες ου χρειαν εχουσιν μετανοιας

η τις γυνη δραχμας εχουσα δεκα εαν απολεση δραχμην μιαν ουχι απτει λυχνον και σαροι την οικιαν και ζητει επιμελως εως οτου ευρη

και ευρουσα συγκαλειται τας φιλας και τας γειτονας λεγουσα συγχαρητε μοι οτι ευρον την δραχμην ην απωλεσα

10 ουτως λεγω υμιν χαρα γινεται ενωπιον των αγγελων του θεου επι ενι αμαρτωλω μετανοουντι

11 ειπεν δε ανθρωπος τις ειχεν δυο υιους

12 και ειπεν ο νεωτερος αυτων τω πατρι πατερ δος μοι το επιβαλλον μερος της ουσιας και διειλεν αυτοις τον βιον

13 και μετ ου πολλας ημερας συναγαγων απαντα ο νεωτερος υιος απεδημησεν εις χωραν μακραν και εκει διεσκορπισεν την ουσιαν αυτου ζων ασωτως

14 δαπανησαντος δε αυτου παντα εγενετο λιμος ισχυρος κατα την χωραν εκεινην και αυτος ηρξατο υστερεισθαι

15 και πορευθεις εκολληθη ενι των πολιτων της χωρας εκεινης και επεμψεν αυτον εις τους αγρους αυτου βοσκειν χοιρους

16 και επεθυμει γεμισαι την κοιλιαν αυτου απο των κερατιων ων ησθιον οι χοιροι και ουδεις εδιδου αυτω

17 εις εαυτον δε ελθων ειπεν ποσοι μισθιοι του πατρος μου περισσευουσιν αρτων εγω δε λιμω απολλυμαι

18 αναστας πορευσομαι προς τον πατερα μου και ερω αυτω πατερ ημαρτον εις τον ουρανον και ενωπιον σου

19 και ουκετι ειμι αξιος κληθηναι υιος σου ποιησον με ως ενα των μισθιων σου

20 και αναστας ηλθεν προς τον πατερα εαυτου ετι δε αυτου μακραν απεχοντος ειδεν αυτον ο πατηρ αυτου και εσπλαγχνισθη και δραμων επεπεσεν επι τον τραχηλον αυτου και κατεφιλησεν αυτον

21 ειπεν δε αυτω ο υιος πατερ ημαρτον εις τον ουρανον και ενωπιον σου και ουκετι ειμι αξιος κληθηναι υιος σου

22 ειπεν δε ο πατηρ προς τους δουλους αυτου εξενεγκατε την στολην την πρωτην και ενδυσατε αυτον και δοτε δακτυλιον εις την χειρα αυτου και υποδηματα εις τους ποδας

23 και ενεγκαντες τον μοσχον τον σιτευτον θυσατε και φαγοντες ευφρανθωμεν

24 οτι ουτος ο υιος μου νεκρος ην και ανεζησεν και απολωλως ην και ευρεθη και ηρξαντο ευφραινεσθαι

25 ην δε ο υιος αυτου ο πρεσβυτερος εν αγρω και ως ερχομενος ηγγισεν τη οικια ηκουσεν συμφωνιας και χορων

26 και προσκαλεσαμενος ενα των παιδων αυτου επυνθανετο τι ειη ταυτα

27 ο δε ειπεν αυτω οτι ο αδελφος σου ηκει και εθυσεν ο πατηρ σου τον μοσχον τον σιτευτον οτι υγιαινοντα αυτον απελαβεν

28 ωργισθη δε και ουκ ηθελεν εισελθειν ο ουν πατηρ αυτου εξελθων παρεκαλει αυτον

29 ο δε αποκριθεις ειπεν τω πατρι ιδου τοσαυτα ετη δουλευω σοι και ουδεποτε εντολην σου παρηλθον και εμοι ουδεποτε εδωκας εριφον ινα μετα των φιλων μου ευφρανθω

30 οτε δε ο υιος σου ουτος ο καταφαγων σου τον βιον μετα πορνων ηλθεν εθυσας αυτω τον μοσχον τον σιτευτον

31 ο δε ειπεν αυτω τεκνον συ παντοτε μετ εμου ει και παντα τα εμα σα εστιν

32 ευφρανθηναι δε και χαρηναι εδει οτι ο αδελφος σου ουτος νεκρος ην και ανεζησεν και απολωλως ην και ευρεθη