Add parallel Print Page Options

24 τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως [a]ἐπὶ τὸ μνῆμα ἦλθον φέρουσαι ἃ ἡτοίμασαν [b]ἀρώματα. εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, [c]εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ [d]σῶμα. καὶ ἐγένετο ἐν τῷ [e]ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν [f]ἐσθῆτι ἀστραπτούσῃ. ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν [g]τὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; [h]οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη. μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων [i]τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. 10 ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία [j]ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· [k]ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα [l]ταῦτα, καὶ ἠπίστουν αὐταῖς. 12 [m]Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ [n]ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς [o]αὑτὸν θαυμάζων τὸ γεγονός.

13 Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν [p]ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς, 14 καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15 καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ [q]αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς, 16 οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17 εἶπεν δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ [r]ἐστάθησαν σκυθρωποί. 18 ἀποκριθεὶς δὲ [s]εἷς ὀνόματι Κλεοπᾶς εἶπεν πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; 19 καὶ εἶπεν αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ [t]Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ, 20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. 21 ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε [u]καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν [v]ἄγει ἀφ’ οὗ ταῦτα ἐγένετο. 22 ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι [w]ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον 23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. 24 καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς [x]καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. 25 καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· 26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; 27 καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν [y]διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ [z]ἑαυτοῦ.

28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς [aa]προσεποιήσατο [ab]πορρώτερον πορεύεσθαι. 29 καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν [ac]ἤδη ἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. 30 καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς· 31 αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. 32 καὶ εἶπαν πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν [ad]ἐν ἡμῖν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, [ae]ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; 33 καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον [af]ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, 34 λέγοντας ὅτι [ag]ὄντως ἠγέρθη ὁ κύριος καὶ ὤφθη Σίμωνι. 35 καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

36 Ταῦτα δὲ αὐτῶν λαλούντων [ah]αὐτὸς ἔστη ἐν μέσῳ [ai]αὐτῶν. 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν [aj]τῇ καρδίᾳ ὑμῶν; 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι [ak]ἐγώ εἰμι αὐτός· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40 [al][καὶ τοῦτο εἰπὼν [am]ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.] 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ [an]μέρος· 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.

44 Εἶπεν δὲ [ao]πρὸς αὐτούς· Οὗτοι οἱ λόγοι [ap]μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως [aq]καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως [ar]γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν [as]καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη— [at]ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ· 48 ὑμεῖς [au]ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ [av]ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ [aw]πόλει ἕως οὗ ἐνδύσησθε [ax]ἐξ ὕψους δύναμιν.

50 Ἐξήγαγεν δὲ αὐτοὺς [ay]ἕως [az]πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ’ αὐτῶν [ba][καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν]. 52 καὶ αὐτοὶ [bb][προσκυνήσαντες αὐτὸν] ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ [bc]εὐλογοῦντες τὸν [bd]θεόν.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:1 ἐπὶ τὸ μνῆμα ἦλθον WH NIV ] ἦλθον ἐπὶ τὸ μνῆμα Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:1 ἀρώματα WH Treg NIV ] + καί τινες σὺν αὐταῖς RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:3 εἰσελθοῦσαι δὲ WH Treg NIV ] Καὶ εἰσελθοῦσαι RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:3 σῶμα WH ] + τοῦ κυρίου Ἰησοῦ Treg NIV RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:4 ἀπορεῖσθαι WH Treg NIV ] διαπορεῖσθαι RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:4 ἐσθῆτι ἀστραπτούσῃ WH Treg NIV ] ἐσθήσεσιν ἀστραπτούσαις RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:5 τὰ πρόσωπα WH Treg NIV ] τὸ πρόσωπον RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:6 οὐκ ἔστιν ὧδε ἀλλὰ ἠγέρθη Treg NIV RP ] [[WH]]
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:7 τὸν … ἀνθρώπου ὅτι δεῖ WH Treg NIV ] ὅτι δεῖ τὸν … ἀνθρώπου RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:10 WH Treg NIV ] –RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:10 ἔλεγον WH Treg NIV ] αἳ ἔλεγον RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:11 ταῦτα WH Treg NIV ] αὐτῶν RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:12 Ὁ δὲ … τὸ γεγονός Treg NIV RP ] [[WH]]
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:12 ὀθόνια [[WH]] Treg NIV ] + κείμενα RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:12 αὑτὸν [[WH]] ] αὐτὸν Treg; ἑαυτὸν NIV RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:13 ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι WH NIV ] ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ Treg RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:15 αὐτὸς WH Treg NIV ] + ὁ RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:17 ἐστάθησαν WH Treg NIV ] ἐστε RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:18 εἷς ὀνόματι WH Treg NA ] εἷς ἐξ αὐτῶν ὀνόματι NIV; ὁ εἷς ᾧ ὄνομα RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:19 Ναζαρηνοῦ WH Treg NIV ] Ναζωραίου RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:21 καὶ WH Treg NIV ] – RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:21 ἄγει WH NIV ] + σήμερον Treg RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:22 ὀρθριναὶ WH Treg NIV ] ὄρθριαι RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:24 καὶ NIV RP ] – WH Treg
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:27 διερμήνευσεν WH Treg NIV ] διηρμήνευεν RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:27 ἑαυτοῦ WH NIV RP ] αὐτοῦ Treg
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:28 προσεποιήσατο WH Treg NIV ] προσεποιεῖτο RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:28 πορρώτερον WH Treg NIV ] πορρωτέρω RP
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:29 ἤδη WH Treg NIV ] – RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:32 ἐν ἡμῖν Treg NIV RP ] – WH
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:32 ὡς WH Treg NIV ] καὶ ὡς RP
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:33 ἠθροισμένους WH Treg NIV ] συνηθροισμένους RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:34 ὄντως ἠγέρθη ὁ κύριος WH Treg NIV ] Ἠγέρθη ὁ κύριος ὄντως RP
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:36 αὐτὸς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  35. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:36 αὐτῶν WH ] + καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν Treg NIV RP
  36. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:38 τῇ καρδίᾳ WH Treg NIV ] ταῖς καρδίαις RP
  37. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:39 ἐγώ εἰμι αὐτός WH Treg NIV ] αὐτὸς ἐγώ εἰμι RP
  38. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:40 καὶ τοῦτο … τοὺς πόδας Treg NIV RP ] [[WH]]
  39. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:40 ἔδειξεν [[WH]] Treg NIV ] ἐπέδειξεν RP
  40. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:42 μέρος WH NIV ] + καὶ ἀπὸ μελισσίου κηρίου Treg RP
  41. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:44 πρὸς αὐτούς WH Treg NIV ] αὐτοῖς RP
  42. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:44 μου WH Treg NIV ] – RP
  43. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:44 καὶ RP ] + τοῖς WH Treg NIV
  44. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:46 γέγραπται WH Treg NIV ] + καὶ οὕτως ἔδει RP
  45. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:47 καὶ Treg NIV RP ] εἰς WH NA
  46. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:47 ἀρξάμενοι WH Treg NIV ] ἀρξάμενον RP
  47. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:48 ἐστε Treg ] – WH NIV; δέ ἐστε RP
  48. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:49 ἐξαποστέλλω WH Treg ] ἀποστέλλω NIV RP
  49. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:49 πόλει WH Treg NIV ] + Ἱερουσαλήμ RP
  50. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:49 ἐξ ὕψους δύναμιν WH Treg NIV ] δύναμιν ἐξ ὕψους RP
  51. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:50 ἕως WH Treg NIV ] ἔξω ἕως RP NA
  52. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:50 πρὸς WH Treg NIV ] εἰς RP
  53. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:51 καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν Treg NIV RP ] [[WH]]
  54. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:52 προσκυνήσαντες αὐτὸν Treg NIV RP ] [[WH]]
  55. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:53 εὐλογοῦντες WH NIV ] αἰνοῦντες καὶ εὐλογοῦντες Treg RP
  56. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:53 θεόν WH Treg NIV ] + Ἀμήν RP

24 τη δε μια των σαββατων ορθρου βαθεος ηλθον επι το μνημα φερουσαι α ητοιμασαν αρωματα και τινες συν αυταις

ευρον δε τον λιθον αποκεκυλισμενον απο του μνημειου

και εισελθουσαι ουχ ευρον το σωμα του κυριου ιησου

και εγενετο εν τω διαπορεισθαι αυτας περι τουτου και ιδου δυο ανδρες επεστησαν αυταις εν εσθησεσιν αστραπτουσαις

εμφοβων δε γενομενων αυτων και κλινουσων το προσωπον εις την γην ειπον προς αυτας τι ζητειτε τον ζωντα μετα των νεκρων

ουκ εστιν ωδε αλλ ηγερθη μνησθητε ως ελαλησεν υμιν ετι ων εν τη γαλιλαια

λεγων οτι δει τον υιον του ανθρωπου παραδοθηναι εις χειρας ανθρωπων αμαρτωλων και σταυρωθηναι και τη τριτη ημερα αναστηναι

και εμνησθησαν των ρηματων αυτου

και υποστρεψασαι απο του μνημειου απηγγειλαν ταυτα παντα τοις ενδεκα και πασιν τοις λοιποις

10 ησαν δε η μαγδαληνη μαρια και ιωαννα και μαρια ιακωβου και αι λοιπαι συν αυταις αι ελεγον προς τους αποστολους ταυτα

11 και εφανησαν ενωπιον αυτων ωσει ληρος τα ρηματα αυτων και ηπιστουν αυταις

12 ο δε πετρος αναστας εδραμεν επι το μνημειον και παρακυψας βλεπει τα οθονια κειμενα μονα και απηλθεν προς εαυτον θαυμαζων το γεγονος

13 και ιδου δυο εξ αυτων ησαν πορευομενοι εν αυτη τη ημερα εις κωμην απεχουσαν σταδιους εξηκοντα απο ιερουσαλημ η ονομα εμμαους

14 και αυτοι ωμιλουν προς αλληλους περι παντων των συμβεβηκοτων τουτων

15 και εγενετο εν τω ομιλειν αυτους και συζητειν και αυτος ο ιησους εγγισας συνεπορευετο αυτοις

16 οι δε οφθαλμοι αυτων εκρατουντο του μη επιγνωναι αυτον

17 ειπεν δε προς αυτους τινες οι λογοι ουτοι ους αντιβαλλετε προς αλληλους περιπατουντες και εστε σκυθρωποι

18 αποκριθεις δε ο εις ω ονομα κλεοπας ειπεν προς αυτον συ μονος παροικεις εν ιερουσαλημ και ουκ εγνως τα γενομενα εν αυτη εν ταις ημεραις ταυταις

19 και ειπεν αυτοις ποια οι δε ειπον αυτω τα περι ιησου του ναζωραιου ος εγενετο ανηρ προφητης δυνατος εν εργω και λογω εναντιον του θεου και παντος του λαου

20 οπως τε παρεδωκαν αυτον οι αρχιερεις και οι αρχοντες ημων εις κριμα θανατου και εσταυρωσαν αυτον

21 ημεις δε ηλπιζομεν οτι αυτος εστιν ο μελλων λυτρουσθαι τον ισραηλ αλλα γε συν πασιν τουτοις τριτην ταυτην ημεραν αγει σημερον αφ ου ταυτα εγενετο

22 αλλα και γυναικες τινες εξ ημων εξεστησαν ημας γενομεναι ορθριαι επι το μνημειον

23 και μη ευρουσαι το σωμα αυτου ηλθον λεγουσαι και οπτασιαν αγγελων εωρακεναι οι λεγουσιν αυτον ζην

24 και απηλθον τινες των συν ημιν επι το μνημειον και ευρον ουτως καθως και αι γυναικες ειπον αυτον δε ουκ ειδον

25 και αυτος ειπεν προς αυτους ω ανοητοι και βραδεις τη καρδια του πιστευειν επι πασιν οις ελαλησαν οι προφηται

26 ουχι ταυτα εδει παθειν τον χριστον και εισελθειν εις την δοξαν αυτου

27 και αρξαμενος απο μωσεως και απο παντων των προφητων διηρμηνευεν αυτοις εν πασαις ταις γραφαις τα περι εαυτου

28 και ηγγισαν εις την κωμην ου επορευοντο και αυτος προσεποιειτο πορρωτερω πορευεσθαι

29 και παρεβιασαντο αυτον λεγοντες μεινον μεθ ημων οτι προς εσπεραν εστιν και κεκλικεν η ημερα και εισηλθεν του μειναι συν αυτοις

30 και εγενετο εν τω κατακλιθηναι αυτον μετ αυτων λαβων τον αρτον ευλογησεν και κλασας επεδιδου αυτοις

31 αυτων δε διηνοιχθησαν οι οφθαλμοι και επεγνωσαν αυτον και αυτος αφαντος εγενετο απ αυτων

32 και ειπον προς αλληλους ουχι η καρδια ημων καιομενη ην εν ημιν ως ελαλει ημιν εν τη οδω και ως διηνοιγεν ημιν τας γραφας

33 και ανασταντες αυτη τη ωρα υπεστρεψαν εις ιερουσαλημ και ευρον συνηθροισμενους τους ενδεκα και τους συν αυτοις

34 λεγοντας οτι ηγερθη ο κυριος οντως και ωφθη σιμωνι

35 και αυτοι εξηγουντο τα εν τη οδω και ως εγνωσθη αυτοις εν τη κλασει του αρτου

36 ταυτα δε αυτων λαλουντων αυτος ο ιησους εστη εν μεσω αυτων και λεγει αυτοις ειρηνη υμιν

37 πτοηθεντες δε και εμφοβοι γενομενοι εδοκουν πνευμα θεωρειν

38 και ειπεν αυτοις τι τεταραγμενοι εστε και διατι διαλογισμοι αναβαινουσιν εν ταις καρδιαις υμων

39 ιδετε τας χειρας μου και τους ποδας μου οτι αυτος εγω ειμι ψηλαφησατε με και ιδετε οτι πνευμα σαρκα και οστεα ουκ εχει καθως εμε θεωρειτε εχοντα

40 και τουτο ειπων επεδειξεν αυτοις τας χειρας και τους ποδας

41 ετι δε απιστουντων αυτων απο της χαρας και θαυμαζοντων ειπεν αυτοις εχετε τι βρωσιμον ενθαδε

42 οι δε επεδωκαν αυτω ιχθυος οπτου μερος και απο μελισσιου κηριου

43 και λαβων ενωπιον αυτων εφαγεν

44 ειπεν δε αυτοις ουτοι οι λογοι ους ελαλησα προς υμας ετι ων συν υμιν οτι δει πληρωθηναι παντα τα γεγραμμενα εν τω νομω μωσεως και προφηταις και ψαλμοις περι εμου

45 τοτε διηνοιξεν αυτων τον νουν του συνιεναι τας γραφας

46 και ειπεν αυτοις οτι ουτως γεγραπται και ουτως εδει παθειν τον χριστον και αναστηναι εκ νεκρων τη τριτη ημερα

47 και κηρυχθηναι επι τω ονοματι αυτου μετανοιαν και αφεσιν αμαρτιων εις παντα τα εθνη αρξαμενον απο ιερουσαλημ

48 υμεις δε εστε μαρτυρες τουτων

49 και ιδου εγω αποστελλω την επαγγελιαν του πατρος μου εφ υμας υμεις δε καθισατε εν τη πολει ιερουσαλημ εως ου ενδυσησθε δυναμιν εξ υψους

50 εξηγαγεν δε αυτους εξω εως εις βηθανιαν και επαρας τας χειρας αυτου ευλογησεν αυτους

51 και εγενετο εν τω ευλογειν αυτον αυτους διεστη απ αυτων και ανεφερετο εις τον ουρανον

52 και αυτοι προσκυνησαντες αυτον υπεστρεψαν εις ιερουσαλημ μετα χαρας μεγαλης

53 και ησαν διαπαντος εν τω ιερω αινουντες και ευλογουντες τον θεον αμην