Add parallel Print Page Options

10 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος [a]καὶ ἑτέρους ἑβδομήκοντα [b]δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο [c]δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. ἔλεγεν [d]δὲ πρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως [e]ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ. ὑπάγετε· [f]ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, [g]μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. εἰς ἣν δ’ ἂν [h]εἰσέλθητε οἰκίαν πρῶτον λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ. καὶ ἐὰν [i]ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπ’ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ’ ὑμᾶς ἀνακάμψει. ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ’ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ [j]αὐτοῦ. μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· Ἤγγικεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. 10 εἰς ἣν δ’ ἂν πόλιν [k]εἰσέλθητε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε· 11 Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν [l]εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι [m]ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ. 12 λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ.

13 Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι [n]ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ [o]καθήμενοι μετενόησαν. 14 πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. 15 καὶ σύ, Καφαρναούμ, [p]μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως [q]τοῦ ᾅδου [r]καταβιβασθήσῃ.

16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.

17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα [s]δύο μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18 εἶπεν δὲ αὐτοῖς· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19 ἰδοὺ [t]δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ [u]ἀδικήσῃ. 20 πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν [v]ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.

21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο [w]τῷ πνεύματι [x]τῷ ἁγίῳ καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως [y]εὐδοκία ἐγένετο ἔμπροσθέν σου. 22 [z]πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ [aa]ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.

23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ’ ἰδίαν εἶπεν· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. 24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.

25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων [ab]αὐτὸν λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 26 ὁ δὲ εἶπεν πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; 27 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης [ac]τῆς καρδίας σου καὶ [ad]ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ [ae]ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ [af]ἐν ὅλῃ τῇ διανοίᾳ σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 28 εἶπεν δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.

29 Ὁ δὲ θέλων [ag]δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστίν μου πλησίον; 30 ὑπολαβὼν [ah]δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες [ai]ἡμιθανῆ. 31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν· 32 ὁμοίως δὲ καὶ [aj]Λευίτης κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. 33 Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατ’ αὐτὸν καὶ [ak]ἰδὼν ἐσπλαγχνίσθη, 34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ. 35 καὶ ἐπὶ τὴν [al]αὔριον ἐκβαλὼν [am]δύο δηνάρια ἔδωκεν τῷ πανδοχεῖ καὶ [an]εἶπεν· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 36 [ao]τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 37 ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. εἶπεν [ap]δὲ αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.

38 [aq]Ἐν δὲ τῷ πορεύεσθαι [ar]αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο [as]αὐτὸν. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη [at]Μαριάμ, ἣ καὶ [au]παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ [av]Ἰησοῦ ἤκουεν τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με [aw]κατέλειπεν διακονεῖν; [ax]εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ [ay]κύριος· Μάρθα Μάρθα, μεριμνᾷς καὶ [az]θορυβάζῃ περὶ πολλά, 42 [ba]ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός· [bb]Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται [bc]αὐτῆς.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:1 καὶ Treg RP ] – WH NIV
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:1 *δύο WH NIV ] – Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:1 *δύο WH NIV ] – Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:2 δὲ WH Treg NIV ] οὖν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:2 ἐργάτας ἐκβάλῃ WH Treg NIV ] ἐκβάλῃ ἐργάτας RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:3 ἰδοὺ WH Treg NIV ] + ἐγὼ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:4 μὴ WH Treg NIV ] μηδὲ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:5 εἰσέλθητε οἰκίαν WH Treg NIV ] οἰκίαν εἰσέρχησθε RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:6 ᾖ ἐκεῖ Treg RP ] ἐκεῖ ᾖ WH NIV
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:7 αὐτοῦ WH Treg NIV ] + ἐστίν RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:10 εἰσέλθητε WH Treg NIV ] εἰσέρχησθε RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:11 εἰς τοὺς πόδας WH Treg NIV ] – RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:11 ἤγγικεν WH Treg NIV ] + ἐφ᾽ ὑμᾶς RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:13 ἐγενήθησαν WH Treg NIV ] ἐγένοντο RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:13 καθήμενοι WH Treg NIV ] καθήμεναι RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:15 μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ WH Treg NIV ] ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:15 τοῦ WH Treg NIV ] – RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:15 καταβιβασθήσῃ Treg RP ] καταβήσῃ WH NIV
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:17 δύο WH NIV ] – Treg RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:19 δέδωκα WH Treg NIV ] δίδωμι RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:19 ἀδικήσῃ NIV RP ] ἀδικήσει WH Treg
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:20 ἐγγέγραπται WH Treg NIV ] ἐγράφη RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:21 τῷ WH Treg RP ] ἐν τῷ NIV
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:21 τῷ ἁγίῳ WH Treg NIV ] ὁ Ἰησοῦς RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:21 εὐδοκία ἐγένετο WH Treg NIV ] ἐγένετο εὐδοκία RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:22 πάντα WH Treg NIV ] Καὶ στραφείς πρός τούς μαθητάς εἶπεν πάντα RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:22 ἐὰν NIV RP ] ἂν WH Treg
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:25 αὐτὸν WH NIV ] + καὶ Treg RP
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 τῆς Treg NIV RP ] – WH
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 ἐν ὅλῃ τῇ ψυχῇ WH Treg NIV ] ἐξ ὅλης τῆς ψυχῆς RP
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 ἐν ὅλῃ τῇ ἰσχύϊ WH Treg NIV ] ἐξ ὅλης τῆς ἰσχύος RP
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 ἐν ὅλῃ τῇ διανοίᾳ WH Treg NIV ] ἐξ ὅλης τῆς διανοίας RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:29 δικαιῶσαι WH Treg NIV ] δικαιοῦν RP
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:30 δὲ RP ] – WH Treg NIV
  35. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:30 ἡμιθανῆ WH Treg NIV ] + τυγχάνοντα RP
  36. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:32 Λευίτης WH Treg ] + γενόμενος NIV RP
  37. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:33 ἰδὼν WH NIV ] + αὐτὸν Treg RP
  38. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:35 αὔριον WH Treg NIV ] + ἐξελθών RP
  39. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:35 δύο δηνάρια ἔδωκεν WH Treg RP ] ἔδωκεν δύο δηνάρια NIV
  40. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:35 εἶπεν WH Treg NIV ] + αὐτῷ RP
  41. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:36 τίς WH NIV ] + οὖν Treg RP
  42. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:37 δὲ WH Treg NIV ] οὖν RP
  43. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38 Ἐν δὲ WH Treg NIV ] Ἐγένετο δὲ ἐν RP
  44. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38 αὐτοὺς WH NIV ] + καὶ Treg RP
  45. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38 αὐτὸν NIV ] αὐτὸν εἰς τὴν οἰκίαν WH; αὐτὸν εἰς τὸν οἶκον αὐτῆς Treg RP
  46. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 Μαριάμ WH NIV ] Μαρία Treg RP
  47. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 παρακαθεσθεῖσα πρὸς WH Treg NIV ] παρακαθίσασα παρὰ RP
  48. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 Ἰησοῦ RP ] κυρίου WH Treg NIV
  49. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:40 κατέλειπεν WH Treg RP ] κατέλιπεν NIV
  50. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:40 εἰπὲ Treg NIV RP ] εἰπὸν WH
  51. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:41 κύριος WH NIV ] Ἰησοῦς Treg RP
  52. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:41 θορυβάζῃ WH Treg NIV ] τυρβάζῃ RP
  53. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός WH ] ἑνὸς δέ ἐστιν χρεία Treg RP NIV
  54. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 Μαριὰμ γὰρ WH NIV ] Μαρία δὲ Treg RP
  55. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 αὐτῆς WH NIV ] ἀπ᾽ αὐτῆς Treg RP